# κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 82

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, Section 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-44/82

εἰ δέ τις ἀγνοήσας αὐτοὺς τότε ἀκάκους ἡγήσατο καὶ ἀπράγμονας εἶναι, βούλομαι ὑμῖν περὶ αὐτῶν τὰς μαρτυρίας ἀναγνῶναι, ἃς μεμαρτυρήκασί μοι οἱ ὑπὸ τούτων ἠδικημένοι (λόγῳ μὲν γὰρ διηγήσασθαι οὐκ ἂν ἱκανόν μοι γένοιτο τὸ ὕδωρ), ἵνʼ ἐκ τούτων ἁπάντων σκεψάμενοι, τῶν τε λεχθέντων καὶ τῶν μαρτυρουμένων, ὁσίαν καὶ δικαίαν ὑπὲρ ὑμῶν αὐτῶν τιθῆσθε τὴν ψῆφον. λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

---

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg047.local001/.
