# κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 182

Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου, Section 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-45/182

ἀλλὰ Πύρρον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Ἐτεοβουτάδην, ἐνδειχθέντα δικάζειν ὀφείλοντα τῷ δημοσίῳ, θανάτῳ ζημιῶσαί τινες ὑμῶς ᾤοντο χρῆναι, καὶ τέθνηκεν ἁλοὺς παρʼ ὑμῖν· καίτοι τοῦτο τὸ λῆμμα διʼ ἔνδειαν, οὐ διʼ ὕβριν λαμβάνειν ἐπεχείρησεν ἐκεῖνος. καὶ πολλοὺς ἂν ἑτέρους ἔχοιμι λέγειν, ὧν οἱ μὲν τεθνᾶσιν, οἱ δʼ ἠτιμωμένοι διὰ πολλῷ τούτων εἰσὶν ἐλάττω πράγματα. ὑμεῖς , ὦ ἄνδρες Ἀθηναῖοι, Σμίκρῳ δέκα ταλάντων ἐτιμήσατε καὶ Σκίτωνι τοσούτων ἑτέρων, δόξαντι παράνομα γράφειν, καὶ οὔτε παιδίʼ οὔτε φίλους οὔτε συγγενεῖς οὔθʼ ὁντινοῦν ἠλεήσατε τῶν παρόντων ἐκείνοις.

---

Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg021.local001/.
