# In Midiam 188

Demosthenes, In Midiam, Section 188. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-45/188
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/demosthenes/text-45/188
CTS URN: urn:cts:greekLit:tlg0014.tlg021:188

μὴ δῆτα· ἀλλʼ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ἀξιοῖ δοῦναι τὴν ψῆφον ὑμᾶς, τόθʼ ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι , τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦνθʼ ἕκαστον ὑμῶν ψηφίσασθαι. οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθʼ ἂν ἢ τούτῳ· καὶ γὰρ ὀμωμόκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς νόμοις πείσεσθαι, καὶ τῶν ἴσων μέτεστιν ὑμῖν διὰ τοὺς νόμους, καὶ πάνθʼ ὅσʼ ἔστʼ ἀγάθʼ ὑμῖν διὰ τοὺς νόμους ἐστίν, οὐ διὰ Μειδίαν οὐδὲ διὰ τοὺς Μειδίου παῖδας.

---

Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου, ed. Samuel Henry Butcher. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg021.local001/.
