# κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 52

Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου, Section 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-45/52

ἀνάγνωθι δέ μοι λαβὼν αὐτὰς τὰς μαντείας. ΜΑΝΤΕΙΑ αὐδῶ Ἐρεχθείδῃσιν, ὅσοι Πανδίονος ἄστυ ναίετε καὶ πατρίοισι νόμοις ἰθύνεθʼ ἑορτάς, μεμνῆσθαι Βάκχοιο, καὶ εὐρυχόρους κατʼ ἀγυιὰς ἱστάναι ὡραίων Βρομίῳ χάριν ἄμμιγα πάντας, καὶ κνισᾶν βωμοῖσι κάρη στεφάνοις πυκάσαντας. unknown περὶ ὑγιείας θύειν καὶ εὔχεσθαι Διὶ ὑπάτῳ, Ἡρακλεῖ, Ἀπόλλωνι προστατηρίῳ· περὶ τύχας ἀγαθᾶς Ἀπόλλωνι ἀγυιεῖ, Λατοῖ, Ἀρτέμιδι, καὶ κατʼ ἀγυιὰς κρατῆρας ἱστάμεν καὶ χοροὺς καὶ στεφαναφορεῖν καττὰ πάτρια θεοῖς Ὀλυμπίοις πάντεσσι καὶ πάσαις, ἰδίας δεξιὰς καὶ ἀριστερὰς ἀνίσχοντας, καὶ μνασιδωρεῖν. ΕΚ ΔΩΔΩΝΗΣ ΜΑΝΤΕΙΑΙ

---

Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg021.local001/.
