# κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ 11

Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-48/11

ἐγὼ τοίνυν περὶ μὲν τοῦ προκαλεῖσθαί με ἢ μὴ ταῦτα Φορμίωνα, οὐδέν πω λέγω, οὐδʼ ὑπὲρ τοῦ τὰς διαθήκας ἀληθεῖς ἢ ψευδεῖς εἶναι, ἀλλʼ αὐτίχʼ ὑμᾶς περὶ τούτων διδάξω· ἀλλʼ ἃ μεμαρτυρήκασι, μή μʼ ἐθέλειν τὸ γραμματεῖον ἀνοίγειν, ὡδὶ δὴ σκοπεῖτε. τοῦ τις ἂν εἵνεκʼ ἔφευγεν ἀνοίγειν τὸ γραμματεῖον; ἵνʼ ἡ διαθήκη νὴ Δία μὴ φανερὰ γένοιτο τοῖς δικασταῖς.

---

Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg045.local001/.
