# κατὰ Στεφάνου ψευδομαρτυριῶν β΄ 25

Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν β΄, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-49/25

οὐκοῦν ὁπότε ζῶσιν, ἄκυρος μὲν ἡ διαθήκη ἐστίν, ἥν φασιν οὗτοι τὸν πατέρα καταλιπεῖν, παρὰ πάντας δὲ τοὺς νόμους μεμαρτύρηκε Στέφανος οὑτοσὶ τὰ ψευδῆ, ὡς ἀντίγραφά ἐστι τῆς διαθήκης τῆς Πασίωνος· πῶς γὰρ σὺ οἶσθα, καὶ ποῦ παραγενόμενος διατιθεμένῳ τῷ πατρί; κακοτεχνῶν δὲ φαίνει περὶ τὰς δίκας, τὰ ψευδῆ μὲν αὐτὸς μαρτυρῶν ἑτοίμως, κλέπτων δὲ τὰς ἀληθεῖς μαρτυρίας, ἐξαπατῶν δὲ τοὺς δικαστάς, συνιστάμενος δʼ ἐπὶ ταῖς δίκαις. οἱ δὲ νόμοι καὶ περὶ τῶν τοιούτων γραφὴν πεποιήκασιν.

---

Demosthenes, κατὰ Στεφάνου ψευδομαρτυριῶν β΄, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg046.local001/.
