# κατὰ Τιμοκράτους 107

Demosthenes, κατὰ Τιμοκράτους, Section 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-51/107

καίτοι τίνʼ ἂν ἀξίαν δοίης δίκην, ἢ τί σὺ παθὼν ἂν τὰ προσήκοντʼ εἴης πεπονθώς, ὅς, τὰ μὲν ἄλλʼ ἐῶ, ἀλλὰ τοὺς τῷ γήρᾳ βοηθοὺς νόμους λυμαίνει, οἳ καὶ ζῶντας ἀναγκάζουσι τοὺς γονέας τρέφειν, καὶ ἐπειδὰν ἀποθάνωσιν, ὅπως τῶν νομιζομένων τύχωσι παρασκευάζουσιν; ἢ πῶς οὐ κάκιστος ἁπάντων ἀνθρώπων δικαίως ἂν νομίζοιο, ὅστις, ὦ κατάρατε, περὶ πλείονος φαίνει τοὺς κλέπτας καὶ τοὺς κακούργους καὶ τοὺς ἀστρατεύτους τῆς πατρίδος ποιούμενος, καὶ διὰ τούτους καθʼ ἡμῶν νόμον τίθης;

---

Demosthenes, κατὰ Τιμοκράτους, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg024.local001/.
