# κατὰ Τιμοκράτους 115

Demosthenes, κατὰ Τιμοκράτους, Section 115. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-51/115

ᾤετο γὰρ δεῖν τόν γε τὰ αἴσχρʼ ἔργʼ ἐργαζόμενον μὴ ἃ ὑφείλετο μόνον ἀποδόντʼ ἀπηλλάχθαι (πολλοὶ γὰρ αὐτῷ ἐδόκουν οὕτω γʼ οἱ κλέπται ἔσεσθαι, εἰ μέλλοιεν λαθόντες μὲν ἕξειν, μὴ λαθόντες δʼ αὐτὰ μόνον καταθήσειν), ἀλλὰ ταῦτα μὲν διπλάσια καταθεῖναι, δεθέντα δὲ πρὸς τούτῳ τῷ τιμήματι ἐν αἰσχύνῃ ζῆν ἤδη τὸν ἄλλον βίον. ἀλλʼ οὐ Τιμοκράτης, ἀλλʼ ὅπως ἁπλᾶ μέν, ἃ δεῖ διπλάσια, καταθήσουσιν παρεσκεύασε, μηδʼ ὁτιοῦν δʼ ἐπιτίμιον ἔσται πρὸς τούτοις.

---

Demosthenes, κατὰ Τιμοκράτους, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg024.local001/.
