# κατὰ Τιμοκράτους 165

Demosthenes, κατὰ Τιμοκράτους, Section 165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-51/165

καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἴεσθʼ ὁπότʼ ἄνθρωπος πένης ἢ καὶ πλούσιος, πολλὰ δʼ ἀνηλωκὼς καί τινʼ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, μὴ μόνον εἰς τὴν ἀγορὰν φοβοῖτʼ ἐμβαλεῖν, ἀλλὰ μηδʼ οἴκοι μένειν ἀσφαλὲς ἡγοῖτο, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδʼ ὑπὲρ αὑτοῦ δίκην ἐᾷ λαβεῖν τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γʼ ὑπὲρ τῆς πόλεως ;

---

Demosthenes, κατὰ Τιμοκράτους, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg024.local001/.
