# κατὰ Τιμοκράτους 180

Demosthenes, κατὰ Τιμοκράτους, Section 180. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-51/180

καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθʼ ὡς καλὰ καὶ ζηλώτʼ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείνʼ ἀντεπέγραψεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα καὶ δικαιοσύνης, ἢ οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ , ἢ κατὰ πόλεις οἱ δεῖνες τὸν δῆμον σωθέντες ὑπὸ τοῦ δήμου, οἷον Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον , πάλιν Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους, Χαβρίας ἀπὸ τῆς ἐν Νάξῳ ναυμαχίας· τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.

---

Demosthenes, κατὰ Τιμοκράτους, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg024.local001/.
