# κατὰ Τιμοκράτους 44

Demosthenes, κατὰ Τιμοκράτους, Section 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-51/44

τούτῳ μέντοι τῷ νόμῳ σκέψασθʼ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. ὁ μέν γε κελεύει τὸν γεγραμμένον χρόνον ἢ τὴν ἡμέραν ἀφʼ ἧς ἂν τεθῇ κυρίαν εἶναι· ὁ δʼ ἔγραψεν καὶ εἴ τινι προστετίμηται, περὶ τῶν παρεληλυθότων λέγων. καὶ οὐδὲ τοῦθʼ ὥρισεν, ἄρχοντα προσγράψας ἀφʼ οὗ, ἀλλὰ πεποίηκεν οὐ μόνον πρὸ τῆς ἡμέρας ἐν ᾗ τέθηκε κύριον τὸν νόμον, ἀλλὰ καὶ πρὸ τοῦ γενέσθαι τινʼ ἡμῶν· ἀόριστον γὰρ ἅπαντα τὸν παρεληλυθότα προσπεριείληφε χρόνον. καίτοι χρῆν σʼ, ὦ Τιμόκρατες, ἢ τοῦτον μὴ γράφειν ἢ ἐκεῖνον λύειν, οὐχ, ἵνʼ ὃ βούλει σὺ γένηται, πάντα τὰ πράγματα συνταράξαι. λέγʼ ἄλλον νόμον.

---

Demosthenes, κατὰ Τιμοκράτους, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg024.local001/.
