# κατὰ Τιμοκράτους 59

Demosthenes, κατὰ Τιμοκράτους, Section 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-51/59

λέγʼ ἄλλον νόμον. ΝΟΜΟΣ. μηδὲ νόμον ἐξεῖναι ἐπʼ ἀνδρὶ θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις ἐὰν μὴ ψηφισαμένων μὴ ἔλαττον ἑξακισχιλίων οἷς ἂν δόξῃ κρύβδην ψηφιζομένοις. οὐκ ἐᾷ νόμον ἀλλʼ ἢ τὸν αὐτὸν τιθέναι κατὰ τῶν πολιτῶν πάντων, καλῶς καὶ δημοτικῶς λέγων. ὥσπερ γὰρ τῆς ἄλλης πολιτείας ἴσον μέτεστιν ἑκάστῳ, οὕτω καὶ τούτων ἴσον μετέχειν ἕκαστον ἀξιοῖ. διʼ οὓς μὲν τοίνυν οὗτος εἰσέφερεν, ὑμεῖς οὐδὲν ἐμοῦ χεῖρον γιγνώσκετε· ἄνευ δὲ τούτων αὐτὸς ὡμολόγησεν μὴ ἐπὶ πᾶσι τὸν αὐτὸν τεθηκέναι, πλὴν περὶ τῶν τελωνῶν καὶ τῶν μισθουμένων καὶ τῶν τούτων ἐγγυητῶν χρῆσθαι προσγράψας τῷ νόμῳ. οὐκοῦν ὁπότʼ εἰσίν τινες οὓς ἀφορίζεις, οὐκ ἂν ἔτʼ εἴης ἐπὶ πᾶσιν τὸν αὐτὸν τεθηκώς.

---

Demosthenes, κατὰ Τιμοκράτους, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg024.local001/.
