# Ὀλυνθιακὸς α΄ 19

Demosthenes, Ὀλυνθιακὸς α΄, Section 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-52/19

καὶ περὶ μὲν τῆς βοηθείας ταῦτα γιγνώσκω· περὶ δὲ χρημάτων πόρου, ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν, ἔστιν ὅσʼ οὐδενὶ τῶν ἄλλων ἀνθρώπων · ταῦτα δʼ ὑμεῖς οὕτως ὡς βούλεσθε λαμβάνετε. εἰ μὲν οὖν ταῦτα τοῖς στρατευομένοις ἀποδώσετε, οὐδενὸς ὑμῖν προσδεῖ πόρου, εἰ δὲ μή, προσδεῖ, μᾶλλον δʼ ἅπαντος ἐνδεῖ τοῦ πόρου. τί οὖν; ἄν τις εἴποι, σὺ γράφεις ταῦτʼ εἶναι στρατιωτικά; μὰ Δίʼ οὐκ ἔγωγε.

---

Demosthenes, Ὀλυνθιακὸς α΄, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg001.local001/.
