# κατὰ Φιλίππου δ΄ 37

Demosthenes, κατὰ Φιλίππου δ΄, Section 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-58/37

οὑτωσὶ δὲ σκοπεῖτε· ἐρῶ δʼ ὑπὲρ τῶν ἐν χρείᾳ δοκούντων εἶναι πρότερον. ἦν ποτʼ οὐ πάλαι παρʼ ὑμῖν, ὅτʼ οὐ προσῄει τῇ πόλει τάλανθʼ ὑπὲρ τριάκοντα καὶ ἑκατόν· καὶ οὐδεὶς τῶν τριηραρχεῖν δυναμένων οὐδὲ τῶν εἰσφέρειν ὅστις οὐκ ἠξίου τὰ καθήκοντʼ ἐφʼ ἑαυτὸν ποιεῖν, ὅτι χρήματʼ οὐ περιῆν, ἀλλὰ καὶ τριήρεις ἔπλεον καὶ χρήματʼ ἐγίγνετο καὶ πάντʼ ἐποιοῦμεν τὰ δέοντα.

---

Demosthenes, κατὰ Φιλίππου δ΄, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg010.local001/.
