# περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 10

Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-62/10

ἐπʼ ἄλλο δὲ δίκαιον ἔρχομαι τῶν κατὰ τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐάν τινες τὰς πολιτείας τὰς παρʼ ἑκάστοις οὔσας, ὅτε τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ὤμνυσαν, καταλύωσι, πολεμίους εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν. σκέψασθε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Ἀχαιοὶ μὲν οἱ ἐν Πελοποννήσῳ ἐδημοκρατοῦντο, τούτων δʼ ἐν Πελλήνῃ νῦν καταλέλυκε τὸν δῆμον ὁ Μακεδὼν ἐκβαλὼν τῶν πολιτῶν τοὺς πλείστους, τὰ δʼ ἐκείνων τοῖς οἰκέταις δέδωκε, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκατέστησεν.

---

Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg017.local001/.
