# περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 2

Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-62/2

ἵνʼ ἢ ἑκόντες ἀδικούμενοι ἀνέχησθε καὶ αὐτὸ τοῦτο χαρίζησθε τῷ ἀδικοῦντι, ἢ προελόμενοι περὶ πλείστου ποιήσασθαι τὸ δίκαιον ἀνεγκλήτως πρὸς ἅπαντας χρῆσθε τῷ συμφέροντι μηκέτι μέλλοντες. ἐξ αὐτῶν δὲ τῶν συνθηκῶν καὶ τῶν ὅρκων σκεψαμένους τῶν περὶ τῆς κοινῆς εἰρήνης ἔξεστιν ἰδεῖν ἤδη, τίνες εἰσὶν οἱ παραβεβηκότες. ὡς δὲ περὶ μεγάλων συντόμως διδάξω.

---

Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg017.local001/.
