# περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν 3

Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-62/3

εἰ δή τις ἐρωτήσειεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστʼ ἀγανακτήσαιτʼ εἴ τις ἀναγκάζοι, οἶμαι ἄν, εἰ ἦσαν κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο κατάγειν αὐτοὺς δευρί, ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα πάντα κίνδυνον ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι, ἢ πεισθέντας γε δουλεύειν ἀντὶ τῶν ἀργυρωνήτων, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τὸν μὲν οἰκέτην οὐδεὶς ἂν ἑκὼν ἀποκτείνειε, τοὺς δὲ τυραννουμένους ἀκρίτους ἔστιν ὁρᾶν ἀπολλυμένους ἅμα καὶ ὑβριζομένους εἰς παῖδας καὶ γυναῖκας.

---

Demosthenes, περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg017.local001/.
