# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 16

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/16

μετὰ ταῦτα τοίνυν οὗτοί τε ἐμοὶ δίκας ἔλαχον ὑπὲρ ὧν ἐνεκάλουν κἀγὼ τούτοις ὑπὲρ τῆς προικός. καὶ τὸ μὲν πρῶτον παραγραψάμενοι Σόλωνα Ἑρχιέα διαιτητὴν τούτῳ ἐπετρέψαμεν δικάσαι περὶ ὧν ἐνεκαλοῦμεν ἀλλήλοις· ὡς δʼ οὐκ ἀπήντων οὗτοι, ἀλλʼ ἐφυγοδίκουν καὶ χρόνος διετρίβετο συχνός, τῷ μὲν Σόλωνι συνέβη τελευτῆσαι τὸν βίον, οὗτοι δὲ πάλιν ἐξ ὑπαρχῆς λαγχάνουσί μοι τὰς δίκας, καὶ ἐγὼ τούτῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἐπιγραψάμενος ἐπὶ τὸ ἔγκλημα Βοιωτόν· τοῦτο γὰρ αὐτῷ ὁ πατὴρ ἔθετο τοὔνομα.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
