# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 19

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/19

ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἥ τε μήτηρ μου τάλαντον ἐπενεγκαμένη προῖκα, ἐκδοθεῖσα ὑπὸ τῶν ἀδελφῶν τῶν αὑτῆς, ὥσπερ οἱ νόμοι κελεύουσιν, συνῴκησεν τῷ πατρί, καὶ ὃν τρόπον ἐγὼ τούτους εἰσεδεξάμην εἰς τὴν οἰκίαν τοῦ πατρὸς τελευτήσαντος, καὶ ὅτι ἀπέφυγον αὐτοὺς τὰς δίκας ἅς μοι ἐνεκάλουν, ταῦτα μὲν πάντα καὶ μεμαρτύρηται ὑμῖν καὶ ἐπιδέδεικται. ἴθι δὴ λαβὲ καὶ τὸν περὶ τῆς προικὸς νόμον τουτονί. ΝΟΜΟΣ.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
