# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 2

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/2

οὐ γὰρ μόνον ἀτύχημά μοι ἐξ ἀρχῆς ἐγένετο, διότι Πλαγγὼν ἡ τούτων μήτηρ ἐξαπατήσασα τὸν πατέρα μου καὶ ἐπιορκήσασα φανερῶς, ἠνάγκασεν αὐτὸν ὑπομεῖναι τούτους ποιήσασθαι, καὶ διὰ τοῦτο τὰ δύο μέρη τῶν πατρῴων ἀπεστερήθην· ἀλλὰ πρὸς τούτοις ἐξελήλαμαι μὲν ἐκ τῆς πατρῴας οἰκίας ὑπὸ τούτων, ἐν ᾗ καὶ ἐγενόμην καὶ ἐτράφην, καὶ εἰς ἣν οὐχ ὁ πατὴρ αὐτοὺς ἀλλʼ ἐγὼ τελευτήσαντος ἐκείνου παρεδεξάμην,

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
