# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 21

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/21

ταῦτα διέξεισιν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίαν οὐδεμίαν ἐμβεβλημένος ὑπὲρ τούτων οὔτʼ ἀγνοῶν ὡς οὐδὲν ὑγιὲς λέγει, ἀλλʼ ἀκριβῶς εἰδὼς ὅτι ὁμολογῶν μὲν ἀδικεῖν ἐν ὑμῖν οὐδείς πω ἀπέφυγεν, ψευδόμενος δὲ καὶ παραγωγὰς λέγων ἤδη τις δίκην οὐκ ἔδωκεν. ἵνα οὖν μὴ ἐξαπατηθῆτε ὑπʼ αὐτοῦ, βέλτιον εἶναί μοι δοκεῖ βραχέα καὶ περὶ τούτου πρὸς ὑμᾶς εἰπεῖν.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
