# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 24

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/24

ὅτι μὲν τοίνυν ἥ γε τούτων μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἀλλʼ οὗτοι τοῦτο ψεύδονται, ἱκανῶς ὑμᾶς μεμαθηκέναι νομίζω· ὅτι δὲ ἡ ἐμὴ μήτηρ ἐπηνέγκατο, ῥᾳδίως ἐγὼ δείξω. πρῶτον μὲν γὰρ Πολυαράτου θυγάτηρ ἦν, ὃς καὶ ὑφʼ ὑμῶν ἐτιμᾶτο καὶ πολλὴν οὐσίαν ἐκέκτητο· ἔπειτα μεμαρτύρηται ὑμῖν ὡς καὶ ἡ ἀδελφὴ αὐτῆς τοσαύτην προῖκα ἐπενεγκαμένη Ἐρυξιμάχῳ συνῴκησεν, τῷ Χαβρίου κηδεστῇ.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
