# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 30

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/30

ἂν δὲ λέγῃ περὶ τῶν δικῶν ἃς ἀπεδιῄτησέν μου ὁ διαιτητής, καὶ φάσκῃ ὑπʼ ἐμοῦ ἀπαράσκευος ληφθῆναι, πρῶτον μὲν μέμνησθε ὅτι οὐκ ὀλίγος χρόνος ἐγένετο, ἐν ᾧ ἔδει παρασκευάσασθαι αὐτόν, ἀλλʼ ἔτη πολλά, ἔπειθʼ ὅτι οὗτος ἦν ὁ διώκων, ὥστε πολὺ μᾶλλον ἦν εἰκὸς ἐμὲ ὑπὸ τούτου ἀπαράσκευον ληφθῆναι ἢ τοῦτον ὑπʼ ἐμοῦ.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
