# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 45

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/45

ταύτην τοίνυν τὴν πρόκλησιν οὐ δεξάμενος, ἀλλʼ ἐνεδρεύων με καὶ τὴν δίκην ὅτι πλεῖστον χρόνον ἐκκρούειν βουλόμενος, κατηγορήσει, ὡς ἐγὼ πυνθάνομαι, οὐ μόνον ἐμοῦ, ἀλλὰ καὶ τοῦ πατρός, λέγων ὡς ἐκεῖνος ἐμοὶ χαριζόμενος πολλὰ τοῦτον ἠδίκησεν. ὑμεῖς δʼ, ὦ ἄνδρες δικασταί, μάλιστα μέν, ὥσπερ αὐτοὶ οὐκ ἂν ἀξιώσαιτε κακῶς ἀκούειν ὑπὸ τῶν ὑμετέρων παίδων, οὕτω μηδὲ τούτῳ ἐπιτρέπετε περὶ τοῦ πατρὸς βλασφημεῖν·

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
