# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 47

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/47

μηδαμῶς, ὦ ἄνδρες δικασταί, ἀλλὰ μάλιστα μὲν κωλύετε αὐτὸν ταῦτα ποιεῖν, ἂν δʼ ἄρα βιάζηται ὑμᾶς καὶ λοιδορῆται, ἐνθυμεῖσθε ὅτι αὐτὸς ἑαυτοῦ καταμαρτυρεῖ μὴ ἐξ ἐκείνου γεγενῆσθαι. οἱ μὲν γὰρ φύσει παῖδες ὄντες, κἂν πρὸς ζῶντας τοὺς πατέρας διενεχθῶσιν, ἀλλʼ οὖν τελευτήσαντας αὐτοὺς ἐπαινοῦσιν· οἱ δὲ νομιζόμενοι μὲν υἱεῖς, μὴ ὄντες δὲ γένει ἐξ ἐκείνων, ῥᾳδίως μὲν αὐτοῖς διαφέρονται ζῶσιν, οὐδὲν δὲ φροντίζουσι περὶ τεθνεώτων αὐτῶν βλασφημοῦντες.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
