# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 5

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/5

ὥστʼ ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε, τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε· οἵτινες, ὦ γῆ καὶ θεοί, ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον, οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι ἢ ὁ πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο ἢ οὗτοι εἰς ἐκεῖνον ἥμαρτον, ἀναγκάζουσι δʼ ἐμὲ δικάζεσθαι αὑτοῖς. ἵνα δὲ ἀκριβῶς εἰδῆτε, ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλʼ οὗτοι, ἐξ ἀρχῆς ὑμῖν, ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι, διηγήσομαι τὰ πραχθέντα.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
