# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 53

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/53

τοσαῦτα τοίνυν ἐμοῦ ἐλαττουμένου φανερῶς, οὑτοσὶ νῦν σχετλιάζων καὶ δεινοπαθῶν καὶ τὴν προῖκά με τῆς μητρὸς ἀποστερήσει; ἀλλʼ ὑμεῖς, ὦ ἄνδρες δικασταί, πρὸς Διὸς καὶ θεῶν, μὴ καταπλαγῆτε ὑπὸ τῆς κραυγῆς τῆς τούτου· πολὺς γάρ, πολὺς καὶ τολμηρός ἐστιν ἅνθρωπος, καὶ οὕτως κακοῦργος, ὥστε περὶ ὧν ἂν μὴ ἔχῃ μαρτυρίας παρασχέσθαι, ταῦτα φήσει ὑμᾶς εἰδέναι, ὦ ἄνδρες δικασταί, ὃ πάντες ποιοῦσιν οἱ μηδὲν ὑγιὲς λέγοντες.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
