# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 54

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/54

ὑμεῖς οὖν, ἐάν τι τοιοῦτον τεχνάζῃ, μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλʼ ἐξελέγχετε, καὶ ὅ τι ἂν μὴ ἕκαστος ὑμῶν εἰδῇ, μηδὲ τὸν πλησίον δοκιμαζέτω εἰδέναι, ἀλλʼ ἀξιούτω τοῦτον ἀποδεικνύναι σαφῶς ὑπὲρ ὧν ἂν λέγῃ, καὶ μὴ ὑμᾶς φάσκοντα εἰδέναι, περὶ ὧν αὐτὸς οὐδὲν ἕξει εἰπεῖν δίκαιον, ἀποδιδράσκειν τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, πάντων ὑμῶν εἰδότων ὃν τρόπον ἀναγκασθεὶς ὁ πατήρ μου ἐποιήσατο τούτους, οὐδὲν ἧττον δικάζομαι νῦν αὐτοῖς καὶ μάρτυρας ὑποδίκους παρέσχημαι.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
