# πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας 56

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, Section 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-7/56

καὶ ἐγὼ μέν, ἐάν, ὃ μὴ γένοιτο, ὑμεῖς με ἐγκαταλίπητε, οὐχ ἕξω ὁπόθεν προῖκα ἐπιδῶ τῇ θυγατρί, ἧς τῇ μὲν φύσει πατήρ εἰμι, τὴν δʼ ἡλικίαν αὐτῆς εἰ ἴδοιτε, οὐκ ἂν θυγατέρα μου ἀλλʼ ἀδελφὴν εἶναι αὐτὴν νομίσαιτε· οὗτοι δέ, ἐὰν ὑμεῖς μοι βοηθήσητε, οὐδὲν ἐκ τῶν ἰδίων ἀποτείσουσιν, ἀλλʼ ἐκ τῆς οἰκίας τὰ ἐμὰ ἐμοὶ ἀποδώσουσιν, ἣν ἐξειλόμεθα μὲν κοινῇ πάντες εἰς τὴν ἔκτεισιν τῆς προικός, οἰκοῦντες δὲ αὐτὴν οὗτοι μόνοι διατελοῦσιν.

---

Demosthenes, πρὸς Βοιωτὸν περὶ προικὸς μητρῴας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg040.local001/.
