# πρὸς Κάλλιππον 19

Demosthenes, πρὸς Κάλλιππον, Section 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-9/19

καὶ ὅτε Κάλλιππος προσῆλθεν τὸ πρῶτον πρὸς τὴν τράπεζαν, λέγων ὅτι τετελευτηκὼς εἴη ὁ Λύκων καὶ αὐτὸς ἀξιοίη τὰ γράμματα ἰδεῖν, εἴ τι καταλελοιπὼς εἴη ὁ ξένος ἀργύριον, ἦ μὴν δείξαντος ἑαυτοῦ εὐθὺς αὐτῷ τὰ γράμματα, ἰδόντα αὐτὸν τῷ Κηφισιάδῃ γεγραμμένον ἀποδοῦναι, σιωπῇ οἴχεσθαι ἀπιόντα, οὐδὲν οὔτε ἀμφισβητήσαντα οὔτʼ ἀπειπόνθʼ αὑτῷ περὶ τοῦ ἀργυρίου, τούτων ὑμῖν τάς τε μαρτυρίας ἀμφοτέρας καὶ τὸν νόμον ἀναγνώσεται. ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ.

---

Demosthenes, πρὸς Κάλλιππον, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg052.local001/.
