# πρὸς Κάλλιππον 29

Demosthenes, πρὸς Κάλλιππον, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-9/29

ἔπειτα ἵνα ὁ Κηφισιάδης ἔχῃ τὸ ἀργύριον, ἄνθρωπος μέτοικος, ἢ Φορμίων, ὅν φησιν ἀπαληλιφέναι τι οὗτος τοῦ ἀργυρίου, πεισθήσεσθε ὑμεῖς ὡς ἐπιορκήσειεν ἂν ὁ Ἀρχεβιάδης; οὐκ ἔκ γε τῶν εἰκότων, ὦ ἄνδρες δικασταί. οὐ γὰρ ἄξιον οὔτε Ἀρχεβιάδου κακίαν οὐδεμίαν καταγνῶναι οὔτε τοῦ πατρὸς τοῦ ἡμετέρου· πολὺ γὰρ αὐτὸν φιλότιμον ἴστε μᾶλλον ὄντα ἢ κακόν τι ἢ αἰσχρὸν ἐπιτηδεύοντα, καὶ πρὸς Κάλλιππον οὐχ οὕτως ἔχοντα ὥστε καταφρονήσαντα τούτου ἀδικῆσαι τι αὐτόν.

---

Demosthenes, πρὸς Κάλλιππον, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg052.local001/.
