# Fragmenta 21.1

Dexippus Atheniensis, Fragmenta, Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dexippus-atheniensis/fragmenta/21.1

«.. καὶ καρτερίᾳ οἱ πόλεμοι μᾶλλον ἢ πλήθει κρίνονται. Ἡμῖν δύναμίς τε οὐ φαύλη (δισχίλιοι γὰρ οἱ σύμπαντες ἠθροίσθημεν), καὶ τὸ χωρίον ἐρυμνότατον, ὅθεν ὁρμωμένους χρὴ τοὺς πολεμίους κακοῦν σποράσι τε ἐπιτιθεμένους καὶ τὰς παρόδους αὐτῶν ἐνεδρεύοντας· ἐξ ὧν κρατοῦσι μὲν ἡμῖν τῷ τρόπῳ τούτῳ ῥώμη ἔσται, καὶ δέος οὐ μέτριον παρέξομεν τοῖς ἐναντίοις· συνισταμένων δὲ ἀντιστησόμεθα, προ... ὅπλων οὐ φαῦλον τὸ ἐρυμνὸν τοῦ χωρίου καὶ τήνδε τὴν ὕλην ἔχοντες. Οἵ τε ἐναντίοι ἐκ διαφόρων προσβάλλοντες οἷα οὐ πάντῃ καταφανέσι ταράξονται, οὐκ ἐν τῷ ἴσῳ τρόπῳ τοῖς πρόσθεν πολεμήσουσι, τάξιν τε αὑτῶν λύοντες, καὶ οὔθ ̓ ὅπου τὰ τοξεύματα καὶ ἀκόντια μετιέναι χρὴ εἰδότες, καὶ τῶν τε ἀφιεμένων ἀτυχήσουσι, καὶ ὑφ ̓ ὑμῶν ἔτι μᾶλλον κακώσονται. Ἡμεῖς τε τῇ ὕλῃ πεφραγμένοι ἐπίσκοπα καὶ ἐξ ὑπερδεξίων μεθήσομεν, καὶ ἀσφαλέστεροι μὲν εἰς τὸ δρᾶν ἐσόμεθα, οὐ ῥᾷστοι δὲ βλάπτεσθαι. Περὶ δὲ αὖ τῆς ὁμόθεν μάχης, εἰ δὴ καὶ αὐτῆς δεήσαι, ἐκεῖνο χρὴ λογίζεσθαι, ὡς οἱ μέγιστοι κίνδυνοι μεγίστας καὶ προθυμίας παρέχονται, καὶ ἐν τῷ ἀπόρῳ τῆς σωτηρίας ἡ ἀντίτασις ἑτοιμοτέρα, καὶ πολὺ τὸ ἀνέλπιστον ἐξέβη, βιαζομένων τε ὑπὲρ τοῦ ἀμηχάνου καὶ ἀμυνομένων ὑπὲρ τῶν σπουδῆς ἀξίων τιμωρίας ἐλπίδι. Οὐδὲ γὰρ ἔστιν ὅτῳ ἂν πρὸ ἡμῶν μείζους γένοιντο ὑποθέσεις τῆς ἀγανακτήσεως, οἷα δὴ γενῶν τῶν ἡμετέρων καὶ πόλειος ὑπὸ τῶν ἐναντίων κατεσχημένης. Συνεπίθοιντο δὲ ἂν αὐτοῖς καὶ ὅσοι ἀνάγκῃ ἄκοντες συστρατεύουσιν, ὅτε τὴν ἡμετέραν ἔφοδον αἴσθοιντο, ἐλευθερίας τῆς σφετέρας ἐλπίδι. «Πυνθάνομαι δὲ καὶ τὴν βασιλέως δύναμεν τὴν ναυτικὴν οὐχ ἑκὰς εἶναι ἀρήξουσαν ἡμῖν, ᾗ συνταχθέντας συνεισβαλεῖν κράτιστα. Καὶ ἐπὶ τῷδε ἡγοῦμαι ὡς καὶ τοὺς Ἕλληνας ἐς τὸ αὐτὸ τοῦτο πρόθυμον ἐπάξομεν. Αὐτὸς δὲ δὴ ὢν οὐκ ἔξω κινδύνου οὐδὲ εὐτυχέστερον πράττων ἐπὶ ταῦτα ἴεμαι, ἀρετῆς ἐπιθυμῶν καὶ διακινδυνεύων, τὰ τιμιώτατα δὲ θέλων περιποιήσασθαι καὶ ἐς ἐμαυτὸν μὴ καταλῦσαι τῆς πόλεως τὴν ἀξίωσιν. Καὶ παραινῶ ὧδε γινώσκειν. Ἔπεισι μὲν ἡ τελευτὴ πάντας ἀνθρώπους καταλῦσαι τὸν βίον, ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν ἆθλον κάλλιστον καὶ δόξαν ἀΐδιον φέρων. Εἰ δέ τινα καὶ ἐπὶ τοῖς εἰρημένοις τὸ τῆς πόλεως πταῖσμα ἐκπλήσσει, καὶ δι ̓ αὐτὸ ἄθυμός ἐστιν, ἴστω τάς τε πλείστας τῶν πόλεων ἐξ ἐνέδρας ὑπὸ τῶν πολεμίων ᾑρημένας ..... καὶ τῶν ἀντιστάντων αὐτοὺς τὸ ἀντίπαλον ἐρημωθέντας .. ον δὲ τοῦ βαρβαρικοῦ ἐπιτίθεσθαι. Καὶ τῷ ... ἀνθισταμένῳ συνοισόμεθα ... ον τῇ παρόδῳ χρήσονται ἀθρόον .... ἱκανοὶ εἴημεν· ἀναχωρήσομεν ἐς τὸ μετέωρον σὺν αʹσφαλείᾳ .... μένων ἐπιθησόμεθα, κἀν τούτῳ τῶν ἐναντίων αἱ ἀπορίαι πρὸς ἡμῶν ἔσονται. «Συστήσεσθαι δὲ ἡμῖν καὶ ἐκ τῆς τύχης τὸ εἰκὸς ἄγει· ἥ τε γὰρ ὑπόθεσις δικαιοτάτη, καθ ̓ ἣν ἀμυνούμεθα τοὺς προαδικήσαντας, καὶ τὸ δαιμόνιον ταύτῃ ὡς ἐπὶ πολὺ βραβεύει τὰ ἀνθρώπεια, προθυμότατον ὂν συμφορὰς ἐλαττῶσαι καὶ ἐς τὰ ἀμείνω συνάρασθαι. Καλὸν δὴ γνωρίσαι τὸ πάτριον ἡμῶν σχῆμα, καὶ αὐτοὺς τοῖς Ἕλλησιν ἀρετῆς καὶ ἐλευθερίας γενέσθαι παράδειγμα, καὶ παρά τε τοῖς οὖσι καὶ τοῖς ἐπιγιγνομένοις εὐκλείας ἀειμνήστου μετασχεῖν, ἔργῳ δεικνύντας, ὡς καὶ ἐν ταῖς συμφοραῖς τὸ φρόνημα τῶν Ἀθηναίων οὐχ ἥττηται. Σύνθημα δὲ τοῦ πολέμου παῖδας καὶ τὰ φίλτατα ποιησάμενοι καὶ τὸ ταῦτα διασώσασθαι, ἐς τὴν ἀντίστασιν συνταττώμεθα, θεοὺς ἐφόρους ἀρωγοὺς ἐπικαλεσάμενοι.» Καὶ ὁ μὲν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀθηναῖοι τοῖς τε λεχθεῖσι πολὺ ἐπερρώσθησαν (δυνατὰ ἐς τὴν ἀντίστασιν τὰ εἰρημένα), καὶ ἐπὶ τούτῳ ἐξηγεῖσθαι σφῶν αὐτῶν ἠξίουν. Ὅτι τῶν τὰ ἄριστα προελομένων ἡ προθυμία, κἂν τὸ ἔργον μὴ συνακολουθήσῃ, ἐπαινεῖται. Ὅτι ἀλγεινοτέρα ἀνδρὶ ἀρχὴν ἔχοντι τοῦ παντὸς ἡ ἀποτυχία μᾶλλον ἢ ἑκάστῳ ἡ καθ ̓ αὑτὸν κάκωσις· τῷ γὰρ ἰδίῳ περιγραφὴ ἡ τύχη τοῦ συμβάντος, εἰς δὲ τὸν ἄρχοντα προσχωρεῖ τοῦ συνενεχθέντος ἡ αἴσθησις. Ῥοπὴ δὲ οὐκ ἐλαχίστη πεπειθὼς τῇ (sic) γνώμῃ παραπλησίως ἔχειν· καὶ τὸ εἰκὸς τούτου οὐκ ἀπε.. γεῖν ἐπ ̓ εὐνοία. Καὶ παρίσταται δ ̓ ἐμοὶ ἀπὸ τῶν αὐτῶν θαρρεῖν, ἀφ ̓ ὧν καὶ τὸ δυσχερὲς ὡρμήθη. Ὅτι φησὶν ὁ Δέξιππος πρὸς τοὺς Ἕλληνας δημηγορῶν· «Καὶ μή τῳ παραστῇ ὡς .. τῆς σωτηρίας ὑμῶν με .. ὀψὲ περι .. τὴν .. ην. Ἔγνων τε γὰρ τὰ κοινῇ λυσιτελῆ.. ἄλλος καὶ πρᾶξαι .... ἐπαίτιος ὅτου ἐστὶν ἐπισκέψασθαι τὰ συνοίσοντα καὶ .... ἀνὴρ ἐκ τοῦ δικαίου τὴν ἀρχὴν ἔχων καὶ πολιτεύων ἄριστα πειθοι***

---

DEXIPPUS ATHENIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2141.tlg003.local002/.
