# Fragmenta 23

Dexippus Atheniensis, Fragmenta, Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dexippus-atheniensis/fragmenta/23

Ἐκ τῶν Δεξίππου. Σίδης πολιορκία. Ἐπολιόρκουν οἱ Σκύθαι τὴν Σίδην· πόλις δὲ αὕτη τῶν ἐν Λυκίᾳ. Ὡς παρασκευή τε πᾶσα ἦν ἄφθονος εἴσω τείχους καὶ πλῆθος ἀνδρῶν οὐ νωθρῶς ἁπτομένων τοῦ ἔργου, μηχανὰς ἐποιοῦντο, καὶ προσῆγον τῷ τείχει. (2) Οἱ δὲ καὶ πρὸς ταύτας ἀντήρκουν, καθιέντες ὅσα κωλύματα. Πύργους δ ̓ ἐπὶ τούτῳ ξύλου ἰσομετρήτους τῷ τείχει κατεσκεύαζον καὶ ἐκίνουν ὑποτρόχους ὡς ἐγγὺς ἵστασθαι. (3) Προεβέβληντο δὲ τῶν πύργων οἱ μὲν σίδηρον ἐπὶ λεπτὸν ἐληλασμένον καὶ ἐπὶ πολὺ τῶν ξύλων καταπεπηγότα, οἱ δὲ δέρριν καὶ ὅσα πυρὶ οὐχ ἁλώσιμα. (4) Ἀντεμηχανήσαντο δὲ καὶ οἱ ἐκ τοῦ ἄστεως τοιόνδε· σανίδας μεγάλας ὀρθίας προστησάμενοι καθ ̓ ὅ τι ἔμελλον οἱ ἐναντίοι ποιήσασθαι τὴν προσαγωγὴν τῶν μηχανῶν, (5) καὶ αὖ ἐγκάρσια ξύλα καὶ ἰκρία ταύταις παραπήξαντες, μέσαις αὐταῖς ἐτεκταίνοντο θυρίδας, ὅσον εἰς ὑποδοχὴν ἀνδρὸς τὴν ἄχρι στέρνου, ὡς ὑπερέχοντας αὐτῶν κατὰ ὕψος ἐκ μετεώρου ἔχειν ἀμύνασθαι. (6) Ποιήσαντες δὲ ταῦτα ἐκ μετεώρου καθίεσαν ἀρτῶντες κύκλῳ ἐφεστρίδας τε καὶ νάκη, ὡς ἂν τὰ τοιαῦτα προβλήματα μήτε εὔφλεκτα εἴη καὶ τῇ ἁπαλότητι αὐτῶν κατέχοι τὰ προσπηγνύμενα, οὐκ ἀντικόπτοντα τῇ βίᾳ πληγῆς. Γενομένης δὲ πείρας ἐπὶ τούτοις ἑκατέρωθεν καὶ μάχης κρατερᾶς, ὡς ἄπρακτος ἦν τοῖς Σκύθαις ἡ διατριβὴ καὶ οὐδὲ ἓν προὐχώρει εἰς ἐλπίδας, ἀνεχώρουν.

---

DEXIPPUS ATHENIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2141.tlg003.local002/.
