Ancient Greek · ~44 min
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 24.1
Not analysed yet
Ὅτε Αὐρηλιανὸς κατὰ κράτος νικήσας τοὺς Ἰουθούγγους (*)Σκύθας, καὶ κατὰ τὴν τοῦ Ἴστρου περαίωσιν ἐς τὴν ἀποφυγὴν πολλοὺς τούτων ἀνελὼν, οἱ λειπόμενοι ἐς σπονδὰς ἧκον καὶ πρεσβείαν ἐστείλαντο. Τὴν δὲ αἴτησιν τῆς εἰρήνης ἐδόκει μὴ σὺν τῷ ἄγαν περιδεεῖ καὶ καταπεπληγότι ἐκ τῆς ἥττης ποιεῖσθαι, ὡς ἂν ὑπάρχοι σφίσι καὶ τῶν πρόσθεν φοιτώντων χρημάτων παρὰ Ῥωμαίων ἡ ἀποδοχὴ, μὴ ἐς τὸ ἀδεὲς πάντῃ τῶν ἐναντίων καθισταμένων. Ὁ δὲ Ῥωμαίων βασιλεὺς Αὐρηλιανὸς ὡς ἐπύθετο ἀφιγμένην τὴν Ἰουθούγγων πρεσβείαν, ἐς τὴν ὑστεραίαν φήσας χρηματιεῖν περὶ ὧν ἥκουσι, διέταττε τοὺς στρατιώτας ὡς ἐς μάχην, ἐκπλήξεως εἴνεκα τῶν ἐναντίων. Ἐπεὶ δὲ καλῶς εἶχεν αὐτῷ ἡ διακόσμησις, ἐπὶ ὑψηλοῦ βήματος μετέωρος βέβηκε, καὶ ἁλουργίδα ἀμπέχων, τὴν πᾶσαν τάξιν ἐποίει ἀμφ ̓ αὐτὸν μονοειδῆ. Παρεστήσαντο δὲ καὶ τῶν ἐν τέλει ὅσοι ἀρχάς τινας ἐπιτετραμμένοι, σύμπαντες ἀφ ̓ ἵππων. Κατόπιν δὲ βασιλέως τὰ σήματα ἦν τῆς ἐπιλέκτου στρατιᾶς· τὰ δέ εἰσιν ἀετοὶ χρυσοῖ καὶ εἰκόνες βασίλειοι καὶ στρατοπέδων κατάλογοι γράμμασι χρυσοῖς δηλούμενοι· ἃ δὴ σύμπαντα ἀνατεταμένα προὐφαίνετο ἐπὶ ξυστῶν ἠργυρωμένων. Ἐπὶ δὲ τούτοις ὧδε διακοσμηθεῖσιν Ἰουθούγγους ἠξίου [παρελθεῖν]. Τοὺς δὲ συνέβη θαμβήσασθαι ἰδόντας καὶ ἐπὶ πολὺ σιγῇ ἔχειν. Ἐπεὶ δέ σφισιν ἐκ τοῦ βασιλέως ἀπεδόθη λέγειν, διά τινος ἑρμηνέως ἔλεξαν τοιάδε· «Οὔτε τῇ ἐπὶ καιροῦ συμβάσῃ κακοπραγίᾳ ἡμῶν παρὰ τὸ εἰκὸς καταπεπληγότες, οὔτε δυνάμεως ἐνδεῶς ἔχοντες ἢ καὶ πολέμων ἄπειροι καθεστηκότες, ἀσθενείας εὐπρεπείᾳ κατὰ τὸ ἡμῖν αὐτοῖς μόνοις συμφέρον ἐς τὴν εἰρήνην σπεύδομεν· ἀλλὰ περίεστι μὲν ἡμῖν τοσοῦτον τῆς ἐν τοῖς πολέμοις περιουσίας πλήθους εἵνεκα καὶ ἰσχύος, ὥστε μέρει ἐλαχίστῳ τὰς πρὸς Ἴστρῳ πόλεις ἐπελθόντες Ἰταλίαν μικροῦ πᾶσαν κατειλήφαμεν, ἱππικῷ μὲν στρατεύσαντες ἐς μυριάδας δʹ, καὶ τούτων οὐ μιγάδων οὐδὲ ἀσθενῶν, ἀλλὰ Ἰουθούγγων καθαρῶς, ὧν πολὺς ἐφ ̓ ἱππομαχίᾳ λόγος. Ἀσπίδα δὲ ἄγομεν διπλασίαν δυνάμεως τῆς ἱππικῆς, οὐδ ̓ ἐν τούτοις ταῖς ἑτέρων ἐπιμιξίαις ἐπισκιάζοντες τοῦ σφετέρου στρατοῦ τὸ ἀνανταγώνιστον. Ἔχοντες δὲ καὶ οὕτω παρασκευῆς διακρίνεσθαι, οὐ διαγινώσκομεν ἐς ἀντιλογίαν ἥκειν τῆς συμφορᾶς πέρι. Οὐ διὰ τὸ μὴ κατὰ κράτος νενικῆσθαι, κατὰ δὲ τὸ ἄδηλον τοῦ ἐκβησομένου εἰρήνην πολέμου προτιμῶμεν, εἰκάζοντες καὶ ὑμῖν ὡς γένοιτ ̓ ἂν διὰ γνώμης πρὸς Ἰουθούγγους εὖ παρασχὸν τῆς πρόσθεν διαφορᾶς συμβῆναι, οἷα δὴ ὑπούσης καὶ παλαιᾶς ἀμφοῖν τοῖν γενοῖν πρὸς ἄλληλα πίστεως ἐς τὸ ἡσυχάζειν, δι ̓ ἣν χρὴ τὴν ἐπὶ καιροῦ διαφορὰν ἀπερίσκεπτον ἐν τῷ πα ρόντι καταλύσαντας πρὸς τὸ παλαίτερον καὶ λυσιτελοῦν μετατίθεσθαι ἑκατέροις. Ἔν τε τῷ πολέμῳ οὐκ ἐπὶ πλεῖστον ταῖς καταδρομαῖς ληῖζόμενοι, ἀλλ ̓ ὅσον ἐς ἀφορμὴν τῶν ἐπιτηδείων ἀγαπῶντες τὴν ἄθροισιν, μέχρι τῆς γενομένης μάχης ἡσυχίᾳ τὸν καιρὸν διετρίβομεν, ὡς τοῖς ἐπιοῦσιν ὑμῖν σὺν τῇ ὑμετέρᾳ δυνάμει τὸ καθ ̓ αὑτοὺς ἀντιτάξαντες. Ὃ δὴ καὶ νῦν ποιεῖν παρεσκευάσμεθα· καὶ τό τε ὑμέτερον πρὸς πάντα κίνδυνον ἐκ τούτου ἀδεέστερον ἕξει, καὶ τῶν μεγίστων στρατοπέδων συνελθόντων οὐδ ̓ ἡτισοῦν ἑτέρα χεὶρ ἀξιόμαχος ἡμῖν νομισθήσεται. Εἰ δέ τις τῇ εὐτυχίᾳ τοῦ πολέμου ἐπαιρόμενος ὀλίγωρός ἐστι πρὸς τὴν σύμβασιν, γνώτω οὐ βεβαίῳ πράγματι θρασυνόμενος, καὶ ὅτι ἐπὶ παντὶ φέρον (σφαλερὸν̣ Ν.) τῆς δοκούσης εὐπραγίας ἡττηθέντας καὶ πρὸς τὴν παροῦσαν τῆς τύχης ἀκμὴν ἀποκλίναντας τῶν ἀμεινόνων ἐξηρτῆσθαι μόνων ἐλπίδων, καὶ ὑπὸ τοιαύταις ἀνομίαις (ἀνοίαις̣ Β.) τῆς τε πρὸς θάτερον μεταβολῆς ὑπεριδεῖν καὶ συμμαχίαν εὔκαιρον διδομένην παραιτήσαθαι. Πεφύκασί τε οἱ μείζους στρατιαὶ, παρὰ μὲν τὴν πρώτην θάρσει οἰκείας δυνάμεως ἐπαιρόμεναι καὶ ἐλαχίστῃ προμηθείᾳ χρώμεναι, σὺν καταφρονήσει τῶν ἀντιπολεμούντων ἐπὶ τὰς μάχας πορεύεσθαι καὶ κατὰ τὸ ἀφύλακτον ὡς ἐπὶ πολὺ τὸ ἧττον ἔχειν, αἱ δὲ τῷ αἰφνιδίῳ καὶ παρ ̓ ἐλπίδα χωρήσαντι* λογισμῷ τε ἀσφαλεῖ καὶ περιουσίᾳ δυνάμεως βεβαίως χρησάμεναι δυσμαχώτατοι τοῖς ἀντιπάλοις γίνεσθαι. Σὺν δὴ τοιαύτῃ ἐλπίδι καὶ ἡμεῖς, διχῇ τὴν δύναμιν διελόντες τὸ πρῶτον, καὶ ἐν τῷ ποταμῷ τὰ πολλὰ τύχῃ μᾶλλον ἢ ἀρετῇ ὑμετέρᾳ σφαλέντες, οὐκ ἀπροσδόκητοί ἐσμεν ἀλλὰ νῦν, ἅμα τῷ τοῦ μέλλοντος προμηθεῖ, οὐχ ὑπόστατοι ὑμῖν γενέσθαι. Κράτιστον δὴ τούτων εἵνεκα δι ̓ εἰρήνης αἱρεῖσθαι ὑμᾶς τὰς ἐκ τῆς ὁμονοίας ὠφελείας, καὶ τὰ τοῦ πολέμου πράγματα σὺν ἡμῖν τίθεσθαι, τῇ τε παρ ̓ ἡμῖν συμμαχίᾳ ῥωσθέντας πλέον ἔχειν πρὸς τοὺς ἐπιόντας. Εἰ δὲ ταῦτα ποιεῖν ὧδε κρίνοιτε, ὑπάρχειν ἡμῖν δίκαιον καὶ ὅσα ἐν χρυσοῦ ἀσήμου τε καὶ ἐπισήμου δόσεσι καὶ ἀργύρου παρ ̓ ὑμῶν ἐφοίτα ἐπὶ φιλίας βεβαιότητι. Ἀπειπαμένων γὰρ, ὅσα ἐχθροὺς ἀμυνόμενοι, καθότι δυνατὸν πολεμήσομεν.» Πρὸς ταῦτα ὁ Ῥωμαίων βασιλεὺς ἔλεξεν ὧδε· «Εἰ μὲν [μὴ] ἐς ἀφανὲς καθέντες τὴν γνώμην ὑμῶν, περὶ ὧν πρεσβεύεσθε, ἐδιδάσκετε, οὔθ ̓ ἡμῖν τοῖς ἐκδεξαμένοις τὸν λόγον χαλεπὴν παρείχετ ̓ ἂν τὴν ἀπόκρισιν. Ἐπεὶ δὲ τὰ εἰρημένα ἐς μὲν εὐπρέπειαν σύγκειται, ἔργῳ δὲ ἐναντίως ἔχει, πῇ μὲν εἰρήνης μνημονευόντων, ὅτε δ ̓ αὖθις πόλεμον ἐπανατεινομένων ὑμῶν, ὧν συγχεῖν ἐοίκατε ἑκάτερον ἐκ θατέρου, ἀμφίβολον καὶ ἡμῖν καθίσταται πρὸς ὅ τι χρὴ πρῶτον ἀποκριναμένους μὴ ἁμαρτάνειν. Λέλειπται δέ τι καὶ ἐκ τῶν παρόντων βουλεύσασθαι· χρὴ γὰρ τὼ διττὼ τούτων λόγω διελόντας ἀπαντᾶν πρὸς ἄμφω· εἰ μὲν γὰρ καθαρῶς εἰρήνην ἐπαγγέλλεσθε, τί δεῖ μεμνῆσθαι χρημάτων αἰτήσεως; καίτοι κἀν τούτῳ οὐ σὺν τῷ προχείρῳ ἡ βουλῆ τοῖς νενικηκόσιν πρὸς τὴν ἄρνησιν ἢ τὴν καταίνεσιν. Εἰ δὲ ἔτι σκοπεῖν ὑμῖν πρὸς τὸ συμφέρον καὶ τὰς ἐκ τοῦ πολέμου πλεονεξίας ἡγεῖσθε τὴν σύμβασιν, καὶ ἡττηθέντες ὥσπερ δασμοὺς παρ ̓ ἡμῶν ἀπαιτήσοντες ἥκετε, τῆς ῥᾳστώνης τὸ τερπνὸν, ὅσον εἰρήνη δίδωσιν, ἐκ παντὸς μεταδιώκειν ἡμᾶς νομίζοντες, ἔχεσθε τῆς ὁμοίας τῇ πρόσθεν ἐπιχειρήσεως, μηδ ̓ εἰς εὐεργεσίας λόγον προϊσχόμενοι τοῦ πολέμον τὴν κατάλυσιν αἰτεῖτε μισθὸν τῆς συγχωρήσεως, ὠνητὴν καὶ οὐκ ἐθελούσιον ποιούμενοι τὴν παροῦσαν ἐς τὴν φιλίαν πρόκλησιν. Οὐ γὰρ δὴ πολέμων ἀπείρους ὄντας ἡμᾶς τῷ πλήθει τῆς πολλὰ δὴ κομπασθείσης ὑφ ̓ ὑμῶν δυνάμεως ἐκπλήξετε· οὐδὲ πλούτῳ λαφύρων Ἰταλικῶν ἐπικομιζόμενοι (1), ἀδεῶς ἐπ ̓ οἴκου πορεύσεσθε· ἀλλὰ δῆλαι μὲν ὑμῶν αἱ πεζαὶ παρασκευαὶ, οὐκ ἄδηλοι δὲ αἱ τῶν ἱππέων, πρὸς ἃς ἐς τρόπον τὸν δυνατὸν ἀντιστησόμεθα. Τολμῶμέν τε γὰρ μετ ̓ ἀσφαλείας, καὶ ἀναχωροῦμεν σὺν προμηθείᾳ, οἷα δὴ λογισμῷ ἡγεμόνι ἐς πάντα χρώμενοι, οἷς ἡ ἰσχὺς βεβαιοτάτη, καὶ ἐμπειρίαν πολεμικῶν ἔργων διαφερόντως ἔχοντες. Ὑμεῖς δὲ μετά τε τοῦ προχείρου ἔπιτε, καὶ διαμαρτάνοντες τῶν ἔργων διὰ τὸ μὴ προσκέψασθαι ἐφ ̓ ἃ δεῖ ἐλθεῖν, πείρᾳττὴν βλάβην τοῦ προπετοῦς φερόμενοι μεταγινώσκετε. Τοῖς γὰρ ζέσει ἐς τὰς πράξεις, μὴ [συνέσει], συμφερομένοις ἀνάγκη βελτίστου ἁμαρτάνειν. Καὶ ταχεῖαι μὲν ὑμῶν αἱ ἐπιχειρήσεις, δι ̓ ὀλίγου δὲ αἱ μεταμέλειαι. Καὶ τὸτοῦ σύμπαν κατὰ τὸ εἰκὸς θαύματος ἀπήλλακται, ἀντιπάλους ἡμῖν τυχόντας καὶ ἠθῶν ἀνομοίων καὶ ἐς τὰς γνώμας πραττομένων διεστάναι οὐκ ἀποπεποιηκὼς (2), καὶ ὑμᾶς μὲν ἀμαθίᾳ, ἡμᾶς δὲ λόγῳ συνεῖναι, σὺν ᾧ μάλιστα καὶ τὸ κρατεῖν τοὺς ἥσσους τῶν πλειόνων περιγίνεται, συνέσει πρὸ δυνάμεως πιστεύοντας. Τούς τε πλείονας σὺν τῷ ἀλογίστῳ διὰ μάχης ἰόντας κάκιον ἀμανᾶσθαι (3), ἔργου πείρᾳ μᾶλλον ἢ λόγου κομπωδεστέρᾳ προσποιήσει διδάσκεσθε, βλέψαντες ἐς τὰ Σκυθῶν πάθη· μετὰ σαφεστάτων γὰρ τεκμηρίων καὶ οὐκ ἀμάρτυρα λέξαομεν. Οὗτοι δὴ τριάκοντα μυριάσι στρατοῦ ἐφ ̓ ἑκατέρας τὰς ἠπείρους σκεδασθέντες πάσῃ τῇ δυνάμει ἡττήθησαν πρὸς ἡμῶν, καὶ λαμπρὰ τοῖς νενικηκόσιν ὑπελείποντο τῆς οἰκείας ἀρετῆς ὑπομνήματα, ὧν τὴν εὔκλειαν ἐς τὸ παντελὲς ἕξομεν νῦν τε καὶ ἔπειτα, τῷ χρόνῳ συμπαραθέουσαν. Τάς τε Ἀλαμανῶν (4) συμφορὰς ἄγειν *σφᾶς τοῦ προχείρου τῷ ἀναρριφθέντι τῆς ἐπιχειρήσεως ταχυτέραν καὶ δι ̓ ἀλίγου ἔθεντο τὴν μετάγνωσιν. Ἡμεῖς τε ἐπὶ ταῖς πλημμελείαις ὑμῶν, αἷς εἰς ἡμᾶς ἐπλημμελήσατε, οὐκ ἀποχρῆν ἡγούμεθα ἣν ἐπάθετε τιμωρίαν, εἰ μὴ καὶ τὸν Ἴστρον ὑπερβάντες ἐν ὅροις τοῖς ὑμετέροις τὴν ὀργὴν ὡς προαδικήσαντας ὑμᾶς (5) ἀποπλήσαιμεν. Πόλεμον γὰρ ἐπὶ σπονδαῖς ἀκήρυκτον ἐφ ̓ ἡμᾶς ἠγείρατε, ἐγκλήματα μὲν ὡς εἰς προαδικήσαντας εἰπεῖν οὐκ ἔχοντες, ἐπιθυμίαις δέ τισι καὶ ἐλπίσι κουφισθέντες, σὺν αἷς ὅμιλος ἀλόγιστος ἐπαίρεται, στρατιᾶς καὶ πολέμου ἀντιλαμβάνεσθε. Ὅθεν οὐκ ἔξω προσδοκίας ἄγομεν καὶ παρὰ τοῦ θείου ἔσεσθαι ἡμῖν ἀρωγὰ, οἷα δὴ ἡμῶν μὲν θεσμὸν τὸν ἐπὶ σπονδαῖς οὐκ ἀτιμασάντων, Ἰουθούγγων δὲ ἄδικον ὁδόν τε ἐφ ̓ ἡμᾶς ἐλθόντων, καὶ ὅρκους καὶ πᾶσαν πίστεως βεβαιότητα παρὰ φαῦλον τιθεμένων. Τοῖς τε αὖ φθάνουσι κατορθώμασιν τὸ μέλλον λαμβάνοντες, καὶ περὶ τῶν ἐσομένων οὐκ ἀπεικότως πρὸς τοῖς εἰρημένοις χρηστὰ δοξάζομεν. Ἡ μὲν γὰρ ἐπ ̓ εὐπραγίᾳ ἐλπὶς θάρσος φέρει, φόβον δὲ ἡ ἐπὶ τῷ ἐναντίῳ. Λογισμῷ τε ἡγεμόνι πρὸς τὰς πράξεις χρώμενοι, τάς τε δόξας τῶν συμβησομένων οὐκ ἀβασανίστως προσιέμεθα, κἀν τοῖς παροῦσιν, οἷα ἄνδρες ἀθληταὶ κινδύνων τῶν ἀρίστων, οὐκ ἐκπληττόμεθα ταῖς τοῦ πολέμου χαλεπότησιν, ἐξ ὧν τὸ ἐλπιζόμενον κέρδος οὐκ ἀσθενὲς καὶ περιττότερον τῆς ἀχθηδόνος. Τὸ γὰρ πλῆθος ὑμῶν σώμασί τε ἥκιστα ἰσχύει καὶ φρονήμασιν. Ἀπείληπται γὰρ Ῥοδανοῦ (Ἠριδανοῦ̣ Val.) μὲν εἴσω καὶ τῶν ἡμετέρων ὁρίων· σπανίῳ δὲ ἀγορᾷ συνεχόμενον καὶ τῇ ἄλλῃ ταλαιπωρήσει, τοῖς ἀλγεινοῖς τοῖς μὲν ἤδη σύνεστι, τοῖς δὲ μέλλει. Καὶ προκαμὸν ἐν τῷ ἀεὶ μοχθεῖν ἀτολμότερον ἔσται καὶ χρῆσθαι αὐτῷ παρέξει ἀμαχεὶ ὅ τι ἂν βουλώμεθα, ὡς ἂν πρὸς τὴν χρόνιον διατριβὴν ἀπειρηκότι. Ὅθεν ὑμῖν τε τὸ πᾶν περιφανῶς κινδυνεύεται, καὶ ἡ τῆς εἰρήνης ὑμῶν αἴτησις ἐπ ̓ εὐπρεπείᾳ τοῦ φόβου σύγκειται, ὅπως ἂν τὸ σφέτερον δέος ἐπηλυγάζησθε. Ἣν τί δεῖ προσίεσθαι, καλῶς ὑπάρχον πανταχόθεν ἀποκλεισθεῖσιν ὑμῖν τῆς οἴκαδε πορείας καὶ οἷον εἴσω πυλῶν ἀπειλημμένοις χρῆσθαι εὖ τε καὶ μὴ, ὅπως ἂν ἔχωμεν πρὸς ὑμᾶς διανοίας;» Ἐπὶ τούτοις λεχθεῖσιν ἐκ τοῦ βασιλέως κατεπλάγησάν τε Ἰουθοῦγγοι, καὶ ὡς οὐδὲν αὐτοῖς κατὰ τὰς ἐλπίδας ἐπράττετο, παντελῶς τῶν σπονδῶν ἀπογνώσει ἐχόμενοι παρὰ τοὺς σφετέρους ἀπεχώρησαν. Ὅτι ἐπὶ Αὐρηλιανοῦ οἱ Βανδῆλοι κατὰ κράτος ἡττηθέντες παρὰ Ῥωμαίων πρεσβείαν ἐποιήσαντο πρὸς Ῥωμαίους περὶ διαλύσεως πολέμου καὶ συμβάσεως. Καὶ πολλὰ ἀναμεταξὺ εἰπόντων ἀλλήλων, τοῦ τε βασιλέως καὶ τῶν βαρβάρων, διελύθη μὲν ὁ σύλλογος, τῇ δὲ ὑστεραίᾳ τό τε πλῆθος τῶν Ῥωμαίων στρατιωτῶν αὖθις ἠθροίσθη, καὶ ἐρομένου βασιλέως, ὅ τι σφίσι περὶ τῶν παρόντων λῷον εἶναι δοκεῖ, κρίνοντες τὴν εὐτυχίαν τὴν ὑπάρχουσαν προμηθείᾳ τῆς ὑπὲρ τῶν ὄντων ἀσφαλείας διασώσασθαι, καὶ βοῇ τὸ βουλόμενον σημαίνοντες, σύμπαντες ἐς τὴν κατάλυσιν τοῦ πολέμου ἐχώρησαν. Καὶ οἵδε μὲν ὧδε συνενέχθησαν γνώμῃ· οἱ δὲ τῶν βαρβάρων βασιλεῖς καὶ ἄρχοντες, ἥκοντες καθότι σφισὶ προειρημένον, ἔδοσαν ὁμήρους σφῶν αὐτῶν, οὐ τὰ δεύτερα ἀξιώσεως καὶ τύχης. Οἵ τε γὰρ βασιλεῖς τοὺς παῖδας ἑκάτεροι διδόασιν ἐς τὴν ὁμηρείαν, ἐνδοιάσαντες οὐδὲν, καὶ ἕτεροι ἅμα αὐτοῖς οὐ μάλα πόρρω ἀξιώσεως. Καὶ ἐπὶ τούτοις ἐχώρησάν τε πρὸς σύμβασιν, καὶ αἱ σπονδαὶ ἐγένοντο. Συνεμάχουν δὲ ἀπὸ τῆσδε Ῥωμαίοις Βανδήλων ἱππεῖς εἰς δισχιλίους (*),οἱ μέν τινες αἱρετοὶ ἐκ τοῦ πλήθους ἐς τὴν συμμαχίαν καταλεχθέντες, οἱ δὲ καὶ ἐθέλοντες ἑκούσιον στρατιὰν ὑποδυόμενοι. Ὁ δὲ λοιπὸς Βανδήλων ὅμιλος ἐπ ̓ οἵκου ἐκομίζετο, παρέχοντος τοῦ Ῥωμαίων ἄρχοντος ἀγορὰν ἔστε ἐπὶ τὸν Ἴστρον. Καὶ τὸ μὲν πλεῖστον αὐτοῦ ἀπαθὲς διεσώθη· ὅσοι δὲ παραβάσει τῶν σπονδῶν ἐπὶ λείας συλλογὴν ἀφθόνως ἀπεσκεδάσθησαν, ἀνῃρέθησαν σύμπαντες ὑπὸ τοῦ ἡγεμόνος τῶν ξενικῶν στρατοπέδων, οὐ μείους γενόμενοι πεντακοσίων. Οἷα γὰρ δὴ διὰ φιλίας τῆς χώρας πορευόμενοι, καὶ θάρσει τῆς γενομένης πρὸς Ῥωμαίους εἰρήνης ἐπαρθέντες, τῆς πάσης τάξεως προεξαίροντες κατά τινας αἰφνιδίους ἐπιδρομὰς προσέβαλλον γνώμῃ τοῦ ἄρχοντος, καὶ οὐκ ὀλίγα τῆς χώρας ἐκακούργουν. Καὶ τὸ ἔργον τοῦτο τὸν ἐργασάμενον παρὰ τῷ βασιλεῖ κατατοξευθῆναι *. Οἱ δὲ λοιποὶ Βανδήλων διεσκεδάσθησαν καὶ ἀπενόστησαν ἐπ ̓ οἴκου. Βασιλεὺς δὲ Ῥωμαίων τὴν πλείστην δυνάμεως τῆς πεζικῆς καὶ ἱππικῆς ἐκπέμπει ἐπ ̓ Ἰταλίας. Καὶ διαλιπὼν οὐ μάλα συχνῶν ἡμερῶν, τήν τε ἀμφ ̓ αὐτὸν τάξιν ἑταιρικὴν, καὶ ὅση δορυφορία τοῦ ἄρχοντος, τῶν τε συμμάχων ὅσοι ἦσαν Βανδήλων, καὶ τοὺς ὁμηρεύειν αὐτῷ δοθέντας παῖδας ἐπαγόμενος, καὶ αὐτὸς ἐπὶ Ἰταλίας ἐξήλαυνε σπουδῇ διὰ τὴν τῶν Ἰουθούγγων αὖθις παρουσίαν.