# Fragmenta 26-30

Dexippus Atheniensis, Fragmenta, 26 to 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dexippus-atheniensis/fragmenta/26

Δέξιππος· «Ὁ δὲ ἵππος αὐτῷ ἤσκητο ἄρα καὶ ἄνευ ἡνίας ἐλαυνόμενός τε ὠκύτατα φέρεσθαι, καὶ βάδην προϊόντος πρᾳότατα ἵστασθαι, καὶ ἐκκλίνοντος, ὅπως περιοίσεται καὶ κυκλώσεται, εὐκα(??)πέστατα ἐπιστρέφειν.» Παραπολύ, ἀντὶ τοῦ πάνυ, παντελῶς. Δέξιππος· «Παραπολὺ ἀπελείποντο τοῦ πείσεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι. Πατασσούσῃ, ὑπὸ δειλίας κλονουμένῃ. Δέξιππος· «Ἦν δὲ τοῦ καθηγουμένου πρὸς πᾶν τὸ ἀπαγγελλόμενον ἔκπληξις· ὑπὸ γὰρ ἐμφύτου δειλίας καὶ ἀπειρίας τῶν πολεμικῶν ἀναπεπταμένοις μὲν τοῖς ὠσὶ, τεθορυβημένοις δὲ τοῖς ὀφθαλμοῖς, πατασσούσῃ δὲ τῇ καρδίᾳ, ἀεί τι ἀκούσεσθαι ἐλπίζων, τοῖς ἀρχομένοις κατάδηλος ἦν ὡς φυγῇ χρήσεται.» Δέξιππος· «Ἀπὸ δὴ τούτων πάντων ἀναπειθόμενος τῶν πλεονεκτημάτων, πάντα τὸν ἀνθιστάμενον τιθεὶς ἐν δευτέρῳ, εὐθαρσῶς ἐπῄει· συνηνεχθήτην δὴ ἄμφω ἀλλήλοιν.» «Καὶ ὡς ἐν τῷ παραχρῆμα ὥρμηντό τε (τότε̣ Bernh.) ἐξιέναι καὶ ψηφίσματι τὴν στρατείαν ἐκύρωσαν, ὥρμητό τε (τε del. Censet Bernh.) πᾶς ἐς τὴν ἐπιχείρησιν.» Δέξιππός φησι.

---

DEXIPPUS ATHENIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2141.tlg003.local002/.
