# Fragmenta 8

Dexippus Atheniensis, Fragmenta, Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dexippus-atheniensis/fragmenta/8

Δεξίππῳ τῷ Ἀθηναίῳ κατὰ τοὺς Ἀθήνησιν ἄρχοντας, ἀφ ̓ οὗ παρὰ Ἀθηναίοις ἄρχοντες, ἱστορία συγγέγραπται, προσαριθμουμένων τῶν Ῥωμαϊκῶν ὑπάτων καὶ πρό γε αὐτῶν ὑπάτων καὶ ἀρχόντων ἀρξαμένης τῆς γραφῆς. Τὸ δὲ ἓν κεφάλαιον τῆς ἱστορίας τὰ μὲ ἀνωτέρω καὶ ὅσα τὸ ποιητικὸν νέμεται γένος, ἐφεῖναι καὶ ἐπιτρέψαι τῷ πιθανῷ καὶ μᾶλλον ἀναπείθοντι τὸν ἐντυγχάνοντα, τὰ δὲ προϊόντα καὶ ἐπὶ πλέον μαρτυρούμενα συνενεγκεῖν καὶ κατακλεῖσαι πρὸς ἱστορικὴν ἀκρίβειαν καὶ κρίσιν ἀληθεστέραν. Βιάζεται γοῦν καὶ συναριθμεῖται τὸν χρόνον εἴς τε τὰς Ὀλυμπιάδας περιγράφων καὶ τοὺς ἐντὸς ἑκάστης Ὀλυμπιάδος ἄρχοντας. Πρόθυρα δὲ κάλλους ἀνάμεστα προθεὶς τῆς συγγραφῆς, καὶ προϊὼν τά τε ἔνδον ἐπιδείξας σεμνότερα, τὸ μὲν μυθῶδες καὶ λίαν ἀρχαῖον ἀφαιρεῖ, καὶ ἀφίησιν ὥσπερ φάρμακον παλαιὸν καὶ ἀδόκιμον εἰς τοὺς συντεθεικότας· Αἰγυπτίους δὲ χρόνους ἀναλεγόμενος καὶ συνωθούμενος ἐπὶ τὰ πρῶτα καὶ τελεώτερα (παλαιότερα conj. Bekk.) τῶν παρ ̓ ἑκάστοις ἀρχῶν, τοὺς ἡγεμόνας καὶ πατέρας τῆς ἱστορίας ἐκτίθησιν, ἔνδηλος ὢν καὶ σχεδόν τι μαρτυρόμενος, ὅτι τῶν ἀπιστουμένων ἕκαστον ἕτερος προλαβὼν εἴρηκεν. Καὶ περιφέρει γε τὴν ἱστορίαν ἐκ πολλῶν καὶ παντοδαπῶν τῶν ταῦτα εἰρηκότων ὤσπερ ῥωπόν τι καὶ ποκίλον καὶ χρήσιμον εἰς ἓν μυροπώλιον τὴν ἰδίαν ἐξήγησιν κατακεκλεισμένην καὶ συνηγμένην. Πάντα δὲ, ὅσα πρός τε τὸ κοινὸν ἁπάντων ἀνθρώπων ἀξιόλογα καὶ κατ ̓ ἄνδρα δι ̓ ἀρετὴν περιττοῦ τινος ὀνόματος τετυχηκότα, λάβρως ἐπιδραμὼν καὶ διαθέμενος τῷ λόγῳ, τελευτῶν εἰς Κλαύδιον καταλύει τὴν συγγραφὴν, καὶ Κλαυδίου τῆς βασιλείας ἔτος τὸ πρῶτον, ἐς ὃ καὶ τῆς βασιλείας ἤρχετο καὶ ἐτελεύτα, ἐνιαυτὸν ἄρξας Ῥωμαίοις ἕνα· οἱ δὲ καὶ ἕτερον αὐτῷ χαρίζονται. Εἶτα Ὀλυμπιάδας καταλογίζεται τόσας καὶ τόσας καὶ ὑπάτους καὶ ἄρχοντας ἐπὶ ταύταις, τὴν χιλιάδα τῶν ἐτῶν ὑποβαλὼν, ὥσπερ ἀγωνιῶν, εἰ μὴ πολλῶν λίαν ἐτῶν ἀποδοίη λόγον τοῖς ἐντυγχάνουσιν. Ἐγὼ δὲ ὁ τοῦτο τὸ ἔργον εἰς νοῦν βαλόμενος, ὑπ ̓ αὐτοῦ Δεξίππου ταῦτα ἔχων ἐκδιδάσκεσθαι καὶ συλλαμβάνειν, ὅσος καὶ ἡλίκος ὁ κίνδυνος κατὰ τὸν ἐνιαυτὸν ἕκαστον ἱστορίαν γράφειν, καὶ πρὸς τοὺς ἐντυγχάνοντας ὁμολογεῖν, ὅτι ταῦτα οὐκ ἔστιν ἀληθῆ κατὰ τοὺς χρόνους, ἀλλὰ τῷ μὲν οὕτως, τῷ δὲ ἑτέρως ἔδοξε, καὶ περιφανῶς ἑαυτοῦ κατηγορεῖν, ὥσπερ ἐκεῖνος, ὅτι χρονικὴν ἱστορίαν γράφων πλανωμένην τινὰ καὶ μεστὴν τῶν ἀντιλεγόντων ὥσπερ ἀπρόεδρον ἐκκλησίαν ἐκτίθησι τὴν γραφὴν, ὀξέως δὲ καὶ τῆς Βοιωτίας ἀκούων παροιμίας, ὅτι οὕτως αὐλεῖν οὐ πρέπει, κἀκεῖνα προσελογιζόμην, ὅτι τέλος ἱστορίας καὶ σκοπὸς ἄριστος τὰ πραχθέντα ὅτι μάλιστα δίχα τινὸς πάθους εἰς τὸ ἀληθὲς ἀναφέροντα γράφειν, οἱ δὲ ἀκριβεῖς λογισμοὶ τῶν χρόνων, ὥσπερ ἄκλητοι μάρτυρες αὐτομάτως ἐπεισιόντες, εἰς ταῦτα ὠφελοῦσιν οὐδέν. Pluribus in hanc sententiam disputatis, mox iterum Dexippi mentio fit in hisce: Κωλύει μὲν γὰρ ἴσως οὐδὲν καὶ περιττόν τι μαθεῖν, ἄλλως τε καὶ, ὥς φησιν αὐτὸς Δέξιππος, τῶν μὲν χρονικῶν ἢ πάντων ἢ τῶν πλείστων διαπεφωνημένων, τῶν δὲ ὑπερόρων καὶ φανερῶν πράξεων συμπεφωνημένων.

---

DEXIPPUS ATHENIENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2141.tlg003.local002/.
