Ancient Greek · ~3 min
5.12 to 5.15
Dialexeis, Fragmenta 5.12-15
Not analysed yet
((12)) ταῦτα μὲν τὴν ἁρμονίαν ἀλλάξαντα διήνεικαν, τὰ δὲ μακρῶς καὶ βραχυτέρως ῥηθέντα, Τύρος καὶ τυρός, σάκος καὶ σακός, ἅτερα δὲ γράμματα διαλλάξαντα· κάρτος καὶ κρατός ὄνος καὶ νόος. ((13)) ἐπεὶ ὧν οὐκ ἀφαιρεθέντος οὐδενὸς τοσοῦτον διαφέρει, τί δή, αἴ τίς τι ποτιτίθητι ἢ ἀφαιρεῖ; καὶ τοῦτο δείξω οἷόν ἐστιν. ((14)) αἴ τις ἀπὸ τῶν δέκα ἓν ἀφέλοι 〈ἢ τοῖς δέκα ἓν ποτθείη〉, οὔ κ’ ἔτι δέκα οὐδὲ ἓν εἴη, καὶ τἆλλα καττωὐτό. ((15)) τὸ δὲ τὸν αὐτὸν ἄνθρωπον καὶ ἦμεν καὶ μὴ ἦμεν, ἐρωτῶ· τὶ ἢ τὰ πάντα ἔστιν; οὐκῶν αἴ τις μὴ φαίη ἦμεν, ψεύδεται, 〈τὸ τὶ καὶ〉 τὰ πάντα εἰπὼν ταὐτά. πάντα ὧν πήι ἐστι.