# Commentarii in Octateuchum et Reges (in catenis) 39.1112

Didymus Caecus Scr. Eccl. Didymus the Blind, Commentarii in Octateuchum et Reges (in catenis), Volume 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/didymus-caecus-scr-eccl-didymus-the-blind/commentarii-in-octateuchum-et-reges-in-catenis/39.1112

Σειρὰ ἑνὸς καὶ πεντήκοντα ὑπομνηματισμῶν εἰς τὴν Ὀκτάτευχον καὶ τὰ τῶν Βασιλειῶν, ἤδη πρῶτον τύποις ἐκδοθεῖσα ἀξιώσει μὲν τοῦ εὐσεβεστάτου καὶ γαληνοτάτου ἡγεμόνος πάσης Οὐγκροβλαχίας Κυρίου Κυρίου Γρηγορίου Ἀλεξάνδρου Γκίκα· ἐπιμελείᾳ δὲ Νικηφόρου ἱερομονάχου τοῦ Θεοτόκη. Ἐν Λειψίᾳ τῆς Σαξονίας, ἐν τῇ τυπογραφίᾳ τοῦ Βρειτκόπφ. Ἔτει ͵αψοβʹ. ΚΕΦ. Αʹ, στ. ιδʹ. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Διδύμου. Ὅθεν καὶ οἱ φωστῆρες τῇ τετάρτῃ ἡμέρᾳ γενόμενοι, διὰ τὸν περὶ αὐτοὺς λόγον, ἅτε μείζους ὄντες ἐν ταύτῃ λέγονται γεγενῆσθαι. Ἡ γὰρ τετρὰς, δυνάμει οὖσα δεκὰς, τιμία ὑπάρχει· μονὰς γὰρ, καὶ δυὰς, καὶ τριὰς, καὶ τετρὰς, ἀλλήλοις συντεθεῖσαι τὴν δεκάδα ποιοῦσι· διὰ πάσης γὰρ τῆς Γραφῆς ἡ δεκὰς ὑμνεῖται· καὶ γὰρ δέκα λόγους Μωσῆς δέδωκε, καὶ δεκάται παρέχονται. Ὥσπερ δὲ τὸ ὕδωρ, πρότερον διακεχυμένον κατὰ πρόσωπον πάσης τῆς γῆς, ὕστερον τῇ τρίτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς εἰς συναγωγὴν μίαν, ἐποίησε τὰς θαλάσσας, καὶ τοὺς ποταμοὺς, καὶ τὰ φρέατα· οὕτω καὶ τὸ φῶς, τὸ ἐν ἀρχῇ κτισθὲν, πρότερον διακεχυμένον, ἀθρόως ὕστερον τῇ τετάρτῃ ἡμέρᾳ συναγαγὼν ὁ Θεὸς, ἐποίησεν ἐξ αὐτοῦ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς λοιποὺς ἀστέρας. Οὐχ ὅτι ἄλλο τι παρὰ τὴν ἡμέραν ὁ ἥλιος. ΚΕΦ. Γʹ, στ. ιθʹ. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. Διδύμου. Τί γὰρ ἐκ τῆς τοῦ σώματος ἀκολουθίας οὐκ ἐπώδυνόν ἐστιν, ἡδονῶν τε καὶ μεριμνῶν ἐξ αὐτοῦ φυομένων; Ταύτας γὰρ εἶναι τὰς ἀκάνθας ὁ Σωτὴρ ἐμήνυσεν, αἵτινες συμπνίγουσι τὸν ὑπ' αὐτοῦ καλούμενον σπόρον, ἐὰν ὁ δεξάμενος μὴ εἰς βάθος τοῦτον ὑποδέξηται. Στ. κεʹ. Καὶ ἔταξε τὰ χερουβὶμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Διδύμου. Ῥομφαία εἴρηται στρεφομένη, ἵνα στραφέντος ἀπὸ κακίας εἰς ἀρετὴν τοῦ ἀνθρώπου, καὶ αὐτὴ στραφῇ τὴν εἴσοδον παρέχουσα. Εἰ τοίνυν τῆς εἰσόδου τινὶ γένοιτο πόθος, διὰ τούτων χειραγωγεῖται· τῶν μὲν χερουβὶμ, αἰνιττομένων τὴν γνῶσιν

---

Didymus Caecus Scr. Eccl. Didymus the Blind, Commentarii in Octateuchum et Reges (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2102.tlg013.local001/.
