Ancient Greek
Page 45
Didymus Caecus Scr. Eccl. Didymus the Blind, Fragmentum in epistulam ad Hebraeos (in catenis) 45
Not analysed yet
ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. ὡς δὲ τούτοις προσκυνεῖν κεκώλυται, οὕτω καὶ τοῖς ἄλλοις κτίσμασι, κἄν τινα ὑπεραναβεβηκότα τυγχάνῃ. ὡς καὶ ἔμπροσθεν εἴρηται, διαβεβαιοῦσθαι προσήκει οὐ κτίσμα ἀλλὰ κτίστην εἶναι τὸν Χριστόν, εἰ καὶ δι' ἡμᾶς ἥνωσεν ἑαυτῷ τὴν κτιστὴν σάρκα ἐτυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ οὕτω δὲ προσκυνούμενος ὡς θεὸς ὑπὸ πάσης τῆς κτίσεως.