# didymus_schmidt 131.2

Didymus, didymus_schmidt, 131.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/didymus/didymus-schmidt/131.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/didymus/didymus-schmidt/131.2

Γ 10 Διὰ τοῦ ε αἱ Ἀριστάρχου τὸ εὐτε καὶ τὸ ἐτέ-ρωθὶ πού λεγόμενον ‘τῷ δ’ εὐτε πτερὰ γίνεται’ (T 386),ἀντὶ τοῦ· ὡς πτερὰ ἐγίνετο ἑλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλατῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων τῇ τε Χίᾳ καὶ τῇΜαυσσαλιωτικῇ καὶ τισιν ἄλλαις ἐκ πλήρους ἐγέγραπτο ‘ἥντεὄρεος κορυφῆσι’ παρὰ τὸ εἶθος Ὀμήρου. ἐκ πλήρους γὰρπαρ’ ἑκάστῳ γράφειν ὄρεος. Εἰσὶ δὲ οἱ καὶ ἑτέρως ἀκού-ουσι τὸ εὐτε ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις ‘εὐτεγὰρ ἥλιος φαίδων’ (Il. A 735) καὶ ‘εὖτ’ ἀστήρ ὑπερέσχε’(Od. ν 93). Λαμβάνουσι δὲ ὑπὸ μίαν περιγραφὴν τὸὅλον. ‘εὖτ’ ὄρεος κορυφῆσι νότος κατέχεεν ὀμίχλην ποι-μέσιν οὔτε φίλην, κλέπτῃ δὲ τε νυκτὸς ἀμείνω, τόσσον τίςτ’ ἐπιλεύσσει, ὅσον ἐπὶ λάαν ἴησι.’ ὅποτε ὁ νότος ταῖςτοῦ ὄρους κορυφαῖς κατέχεεν ὀμίχλην τοῖς μὲν ποιμέσινοὐ προσφιλῆ τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ το-σοῦτον δύναταί τις βλέπειν, ὅσον ἐστὶ λίθου βολῆς διά-στημα. Ἄμεινον δὲ τὸ πρότερον. Τῷ γὰρ ὥσπερ ἀντα-ποδίδωται τὸ· ὡς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσσαλος.Ταῦτα ὁ Δίδυμος. Α.

---

Didymus, didymus_schmidt. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001086.
