# didymus_schmidt 141.5-142.4

Didymus, didymus_schmidt, 141.5 to 142.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/didymus/didymus-schmidt/141.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/didymus/didymus-schmidt/141.5

427. ἐπάσαντο· Ἀρίσταρχος Ἰακῶς πάσαντο. Α. ib. ἐγγυαλίζει· διὰ τοῦ ζ τὸ ἐγγυαλίζει αἱ Ἀριστάρχου. καὶ Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ὁμοίως προφέρεται, καὶ ἡ Ἀριστοφάνους. Α. 447. διὰ τοῦ ων ἄγῃρων ἡ Ἀριστάρχειος· καὶ ἐστὶ παραπλήσιον τῷ σχῆμα τῷ ‘ὑμεῖς δ’ ἐστὸν ἄγῃρω τ’ ἀθανάτω τε’ (P 444). οὕτως καὶ ἡ Ἀριστοφάνειος. Α. 462. οὕτως χωρὶς τοῦ ι ἄγαλλόμενα Ἀρίσταρχος, ἵν’ ἢ τὰ ἔθνη ἄγαλλόμενα. ἔνιοι δὲ προστιθέασιν τὸ ι, πρὸς τὸ ὀρνῖθων ἀνάγοντες τὸ ἄγαλλόμεναι. καὶ λόγου τινὸς ἔχονται. Α. 494. οἱ δ’ Ἱρίην· οὐ παρέλαβον σύνδεσμον τὸν τέ, ἀλλ’ ὧντως παρέλαβον Θυρίαν τὴν πόλιν, οὐκ εὖ δέ. ἀπὸ γὰρ ᾿Τριέως καὶ ἡ ᾿Τρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ ν φθόγγον. μαρτυρεῖ καὶ Ἠσιόδος λέγων ᾿ἡ οἴην ᾿Τρίη Βοιωτὶ ἑτρεφε κούρην. Ἀ. 769. οὕτως φέρτατος, οὐ φέρτερος, αἱ Ἀριστάρχου. Ἀ. 798. οὕτως αἱ Ἀριστάρχου ἥδη. καὶ ἐν τοῖς πρὸς Κωμανὸν ὁμοίως προφέρεται, καὶ μήποτε παραπλήσιόν ἐστι τὸ ᾿ἥδη καὶ Φρυγίην εἰσῆλυσον ἀμπελόεσσαν᾿ (Γ 184). Ἀ. 801. οὕτως προτὶ [τὸ] ἅστν, οὐ περὶ ἅστν, ἵν᾿ ὧσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν. Ἀ. 865. ἄνευ τοῦ ι Γυναιῆ τέκε λίμνη ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χατριν καὶ Διόδωρον καὶ τινες τῶν καθ᾿ ἡμᾶς προστιθέασι τὸ ι, ᾿ἵν᾿ ἡ· λίμνη 516. τῶν δέ· κατὰ δοτιχὴν τοῖς δέ αἱ Ἀριστάρχου. καὶ ἐστιν ὅμοιον τῷ ᾿τοῖσι δ᾿ ἄμ᾿ ὀρθώχοντα᾿ (568), καὶ τὸ ἐνιχὸν ᾿τῷ δ᾿ ἄμα τεσσαράκοντα᾿ (534). Ἀ. cf. 733. 517. Φωκίων· τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου εὑρίσκομεν, καὶ διὰ τοῦ εἰ Φωκείων, καὶ διὰ τοῦ ἡ Φωκίων. ἈΔ. 579. οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἐστὶ χαριεστέρα ᾿ἐν δ᾿ αὐτὸς ἐδύσετο νῆσοφα χαλκὸν κυδιών· πᾶσιν δὲ μετέπρεπε ἡρώεσσιν, οὐνεκ᾿ ἄριστος ἦν, πολὺ δὲ πλείστους ἄγε λαούς.᾿ ἡ γὰρ αἰτία τοῦ διαφέρειν διὰ τοῦ ἐξῆς ἀποδίδεται, οὐνεκ᾿ ἄριστος ἦν, πολὺ δὲ πλείστους ἄγε λαούς. ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει. Ἀ.

---

Didymus, didymus_schmidt. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001086.
