# didymus_schmidt 251.1-252.8

Didymus, didymus_schmidt, 251.1 to 252.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/didymus/didymus-schmidt/251.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/didymus/didymus-schmidt/251.1

ibid. 95 p. 456 τῷ Δαιδάλου δὲ μαχαίρᾳ· Δίδυ- αἴψ᾽ ὑπὸ Κενταύροισιν ὀρεσκάοισι δαμεῖη. Δαίδαλον δὲ εἶπε τὴν μάχαιραν διὰ τὸ ὑπὸ Ἥφαιστον κατεσκευάσθαι. ἐπεικῶς δὲ τὰ Ἥφαιστον ἔργα δαιδάλᾳ φησι (Σ 481). ποιεῖ δαιδάλα πόλλ᾽ εἰδινήσι πραπίδεσσιν. ibid. 151 p. 459 οἶον αὐνέων κε Μελησίαν· ὁ Ἀρίσταρχος φιλοῖ τὸ οἶον κτλ. δύναται δὲ καὶ διὰς ὧς ἀναγινώσκεσθαι τὸ οἶον, θαυμαστικῶς, ὡς φησι Δίδυμος. ibid. 153 ἀπάλαιστος ἐν λόγῳ ἕλκει· τοῦτό ἐστι καὶ ἐπὶ τοῦ Μελησίου ἀκούειν, ὡς φησι Δίδυμος, οἷον· μος δὲ φησι· γράφειν δεῖ διὰ τοῦ ω μεγάλου. δαιδάλῳ δὲ ἀκαταπάλαυστός ἐστι πρὸς τὸν ἕλκοντα αὐτὸν ἐν λόγοις, ὡς καὶ λογίου ὄντος τοῦ Μελησίου. μαχαίρᾳ δόλον ἥρτυσε, παρελόμενος αὐτοῦ κρύφα, ἵνα χωρὶς ἀμυντηρίου ἄλους ὑπὸ τῶν Κενταύρων φθαρῇ. ταῦτα δὲ ἱστοροῦσι πολλοὶ μέν, ἀτὰρ δὴ καὶ Ἡσίοδος λέγων οὕτως· ἥδε δὲ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· αὐτὸν μὲν σχέσθαι, κρύφᾳ δ᾽ ἀδόκητα μάχαιραν, καλήν, ἣν οἱ ἔτευξε περιχλυτὸς Ἀμφιγυνής, ὡς τὴν μαστεύων οἷος κατὰ Πηλίον αἰπύ γενειάσκειν γίνεται ἡ ὥρα. Nem. 5 30 (38) Σωκλείδα· ὁ δὲ Αἴδνμος Σωκλῆς ἐστι τὸ ὄνομα φησι. παρήγαγε δὲ αὐτὸ πατρωνυμικῶς, ὡς ἔθος ἐστὶ τοῖς ποιηταῖς. ib. 53 p. 470 Βασσίδαισιν ἄτ' οὐ σπανίζει· ὁ Αἴδνμός φησι· προσῆκει γράφειν Βουδίδα(σιν). γενέσθαι γὰρ τινα Βουδίανον ἐν Αἰγύπτῃ, ἀφ' οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν. μνημονεύειν δὲ φασὶ Βουδίωνος Πυθαίνετον ἐν πρώτῳ Αἰγυπτιακῶν γράφοντα οὕτω 'περὶ τέρειναν ματέρ' οἰνάνθας ὀπώραν· — Αἴδνμος δὲ βέλτιόν φησι μὴ τὸν καρπόν, ἀλλὰ τὴν ὥραν ἀκούειν, καθ' ἣν ὁ καρπὸς ὁμώνυμος πεπαίνεται. ὅτι δὲ καλοῦσι τὸν καιρὸν ὀπώραν, Ὀμηρος (§ 384). καὶ φάτ' ἐλεύσεσθαι ἢ ἐν θέρει ἢ ἐν ὀπώρῃ. θέλει οὖν λέγειν, ὅτι οὔπω καιρὸν τοῦ γενειάσκειν ἔχων. οἰνάνθην γὰρ κατὰ μεταφορὰν τὸν ἰούλον εἴρηκε, τούτεστι τὴν πρώτην τῶν γενειάδων ἀνάφυσιν· μήτηρ δὲ τοῦ δὲ ταῦτα τούτων λεγομένων λέγεται Βουδῖωνα τυγχάνειν διενηνεγμένον πρὸς Οἰνώην τὴν ἑαυτοῦ θυγατέρα.

---

Didymus, didymus_schmidt. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001086.
