# didymus_schmidt 272.3-274.4

Didymus, didymus_schmidt, 272.3 to 274.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/didymus/didymus-schmidt/272.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/didymus/didymus-schmidt/272.3

704. Σύμμαχος — ἐρωμένοις. Λίδυμος δέ, ἐπεὶ ἡ σίττη καὶ εἰ τι τοιούτων ὄρνεον δεξιὰ πρὸς ἔρωτας φαίνεται. ἐγὼ μὲν ὡς Λευκίππῃ δεξιή. Fragmentum choliam- bicum tractat Meinek. Chol. LXII p. 122. 3. 737. Μοῦσαν λοχαίαν· — Λίδυμος, ὅτι ἐγκεκρυμμένοι ἐν ταῖς λόχμαις φαίνειν εἰώθασιν. 816. οὐδ᾽ ἂν χαμεύνην· Δίδυμός φησιν· οὐδ᾽ ἄσχαρτον, ᾧ χρησαίμην. οὕτω μισῶ τὴν Σπάρτην. χαμεύνη δὲ ταπεινὴ κλίνη. 824. — Λίδυμος δὲ φησιν διὰ τὴν ὁμοιότητα τῶν ὀνομάτων τῆς Φλέγρας καὶ τῆς Νεφελοκοκκυγίας. 835. Ἄρεως νεοττός· νεοττοὶ τινὲς ἀλεκτρυόνες λέγονται, ὡς καὶ Μηδικοί. ἴσως δέ τισι (? τις ἦν) καλὸς παῖς Νεοτὸς τοὔνομα, πρὸς ὃν παίζει· ὦ Νεοτὲ δέσποτα. οὕτω Λίδυμος. 876. — — ὁ δὲ Λίδυμος μητέρα Κλεοχρίτου, ὅτι ὡς γυναικίας καὶ κίναιδος καμφδεῖται. ἐν δὲ τοῖς μυστηρίοις τῆς Ῥέας μαλακοὶ πάρεισι. καὶ ἴσως ἕτερος ἂν εἴη τοῦ παρ’ Εὐπόλιδος ἐν Δήμοις καὶ Κόλαξι. 1001 (1002). προτιθεῖς οὖν· Λίδυμος, τοιούτος ἀήρ ἐστι τῇ γῇ περικειμένος, ὅμοιος πνιγεῖ, καθάπερ εἰ πῶμά τι περικειμένος. τὰ δὲ ἐξῆς φησι Σύμμαχος ἐπίτηδες ἀδιανόητα. 1112. ὁξὺν ἱερακίσκον· — Λίδυμος, τάχος ὡς ἱέρακος, ἵνα ταχέως φύγῃ. 1113. πρηγορεῶνας· κυρίως τῶν ὀρνίθων ὁ λεγόμενος πρόλοφος — τροφήν. Λίδυμος δέ, τοὺς βρόγχους τῶν ὀρνέων, τοὺς λεγομένους προλόβους, ὅτι συλλέγεται ἐν αὐτοῖς τὰ σιτία. λέγεται δὲ καὶ ἐπὶ ἀνθρώπων πρηγορεῶν πάλιν ὁ βρόγχος. ἑκάτερον δὲ ἀπὸ τοῦ συναθροίζειν ἐκεῖ τὴν τροφήν. Vid. lex. com. p. 79. 1121. ἀλλ’ οὐτοσί τρέχει· Σύμμαχος —. ὁ δὲ Δίδυμος παρὰ τὸ Πινδάρου· ἄμκνευμα σμενὸν Ἀλφειοῦ. διχῶς δὲ τινες· ἄλφειον πνέων. Nem. I 1. 1274. ὡ κατακέλευσον· οἶονεῖ, σιωπὴν κήρυξον. οἱ γὰρ κελευσται πολλάκις σιωπὴν καταγγέλλειν εἰώθασιν, σιῶπα λέγοντες καὶ ἄκους καὶ τὰ ὅμοια. 1284. σκυτάλι’ ἐφόρουν· — οὕτω Σύμμαχος. ὁ δὲ Δίδυμος σκυτάλια τὰς βακτηρίας, αἷς τὰ σκῦταλα τύπτουσιν, ὅ ἐστι τοὺς τραχήλους. ἡ παῖσει (lègebatur παύσει) βάκτρῳ καλίνφ σκύταλα Φρυξ ἀνήρ. 1295. Ὀπουντίῳ δ’ ὀφθαλμόν· Δίδυμος, ὡς τοιούτου τὴν ὀψιν ὄντος μνημονεύει αὐτοῦ καὶ μέγα φύγχος ἔχοντος, καὶ ὁ τὰς Ἀταλάντας γράψας καὶ Εὐπολὶς ἐν Ταξιαρχαῖς. Σύμμαχος· κτῆ.

---

Didymus, didymus_schmidt. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001086.
