# didymus_schmidt 394.2

Didymus, didymus_schmidt, 394.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/didymus/didymus-schmidt/394.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/didymus/didymus-schmidt/394.2

καὶ τότε ἄρ’ ἀπλίζοντο θεοὸς Λαναοῖο θύγατρες πρόσθεν ἐὐφρείος ποταμοῦ Νείλοιο ἄνακτος (Duentzer. epic. I p. 3 II 1) κτἑ. ἄδουσι δὲ οἱ λοιποὶ τῶν ποιητῶν τὴν Ἀταλάντης ἐν θήρα ἀκόντητα καὶ τὴν Ἀντικλείας 5) φιλοστοργίαν καὶ τὴν Ἀλχῆστιδος φιλανδρίαν καὶ τὴν Μαχαρίας 6) καὶ τῶν Ἱακινθίδων 7) εὐψυχίαν. τί δαί; οὐχὶ Θεανῷ 8) μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἦκεν φιλοσοφίας, ὡς πρὸς τὸν περιέρχων ἀπιδόντα καὶ εἰπόντα· καλὸς ὁ πῆχυς, ἄλλ’ οὐ δημόσιος, ἀποκρίνεσθαι. τῆς αὐτῆς φέρεται σεμνότητος κάκεινο τὸ ἀπόφθεγμα· 9) ἐρωτηθεῖσα γάρ· ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ Θεσμοφόριον κατεῖσιν; ἄπὸ μὲν τοῦ ἰδίου καὶ παραχρήμα, ἔφη, ἄπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε. καὶ μὴν καὶ Θεμιστῷ 10) ἢ Ζωίλῳ ἢ Λαμψακηνὴ ἢ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει, καθάπερ Μυία 11) ἢ Θεανούς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτῃ 12) ἢ τὰ περὶ Λιονυσίου γραφάμενη. αἱ γὰρ Λιοδώρου τοῦ Κρόνου 13) ἐπικληθέντος θυγατέρες πᾶσαι διαλεκτικαὶ γεγόνασιν, ὡς φησι Φίλων 14) ὁ διαλεκτικὸς ἐν τῷ Μενεξένῳ, ὧν τὰ ὀνόματα παρατίθεται τάδε· Μενεξενὴ Ἀργεία Θεόγνις Ἀρτεμισία Παντάκλεια. μέμνημαι καὶ κυνικῆς τινος, Ἱππαρχία δὲ 14) ἐκαλεῖτο ἢ Μαρωνίτις ἢ Κράτητος γυνή, ἐφ’ ἧ καὶ τὰ γυννογόμενα ἐν τῇ ποικιλῇ ἐτέλετο. Ἀρήτη 15) δὲ ἢ Ἀριστίππου Κυρηναϊκὴ τὸν Μητροδίδακτον ἐπικληθέντα ἐπαίδευσεν Ἀρίστιππον. παρὰ Πλάτωνι τε ἐφιλοσόφουν Λασθένεια 16) ἢ Ἀρκαδία καὶ Ἀξιοθέα 16) ἢ Φλιασία. Ἀσπασίας 17) γὰρ τῆς Μιλησίας, περὶ ἧς καὶ οἱ κωμικοὶ πολλὰ δὴ καταγράφουσι, Σωκράτης μὲν ἀπέλανσεν εἰς φιλοσοφίαν, Περικλῆς δὲ εἰς ῥητορικήν. παραπέμπωμαι τοίνυν τὰς ἄλλας διὰ τὸ μήκος τοῦ λόγου μήτε τὰς ποιητρίας καταλέγων 18) Κόρινναν 19) καὶ Μυίαν ἢ καὶ Σαφῶ ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην 20) τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξανδραν 21) τὴν Νεάλκους, 22) ὡς φησι Λίδνμος ἐν συμποσιακοῖς.

---

Didymus, didymus_schmidt. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001086.
