# In Demosthenem 104

Dinarchus, In Demosthenem, Section 104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dinarchus/text-2/104
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dinarchus/text-2/104
CTS URN: urn:cts:greekLit:tlg0029.tlg004:104

τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθʼ ὁ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις δεῖξαι τὸ πρόσωπον, οὐδʼ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσε — καίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματʼ εἰληφώς — σὺ δʼ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη;

---

Dinarchus, Κατὰ Δημοσθένους, ed. J. O. Burtt. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0029.tlg004.local001/.
