# Paratexta 102.1

Dindorf Hgm1, Paratexta, 102.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dindorf-hgm1/paratexta/102.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dindorf-hgm1/paratexta/102.1

Ioannes Laurentius Lydus de magistratibus II, 25, 26: Τοῖς δὲ ἡμερομένοις τοὺς ἐφεξῆς μὴ ἀγνοῆσαι μαγίστους ἄχρις ἡμῶν ἀρχέσει πρὸς διδασκαλίαν Πέτρος ὁ πάντα μεγαλόφρων καὶ τῆς καθόλου ἱστορίας ἀσφαλὴς διδάσκαλος, δι ὧν αὐτὸς ἐπὶ τοῦ λεγομένου μαγιστηρίου ἀνεγράφητο. προῆλθεν οὖν ἡ δύναμις ἐπὶ πλέον τῆς ἀρχῆς· οὐ μόνον γὰρ τὰς τῶν ξθνῶν πρεσβείας ὧρ’ ἐαντῷ τελούσας ὁ μάριστρος ἔχειν πιστεύεται, τὸν τε δημόσιον δρόμον, καὶ πλήθος ἐμβοιδὲς τῶν πάλαι μὲν φρουμενταρίων, νῦν δὲ μαγιστριανῶν, τὴν τε τῶν ὅπλων κατασκευὴν καὶ ἐξουσίαν, ἀλλ’ ἐπὶ καὶ τὴν τῶν πολιτικῶν πραγμάτων· καὶ διαφερόντως Πέτρος οὗτος, ὁ πολύς, οὐ μηδενὶ ταῖς ἀρεταῖς κατὰ μηδὲν δεύτερος. διασῴζει μὲν γὰρ καὶ φρονεῖ τὴν αὐλὴν, καὶ τὴν Ῥωμαϊκὴν οὐκ ἀποτυπνεῖ μεγαλειότητα, ἣν ἐγγὺς ἀπολομένην ἀβελτερία τῶν πρὸ αὐτοῦ, οἷα σοφὸς καὶ διὰ παντὸς τοῖς βιβλίοις προσανέχων, ἀποκαθίστησι. τοὺς δὲ νόμους εἰδώς, εἴπερ τις ἄλλος, οἷς ἐξ ἀπαλῶν ὀνύχων ἀνετράφη (ἐνετο. Nieb.) συνηγορῶν τοῖς δεομένοις, ἄρχων τε μέγιστος καὶ ἀξίαν ὀφρύν τῆς ἐξουσίας ἀνατείνας ἐδείχθη, καὶ δικαστὴς ὁξύς, καὶ τὸ δίκαιον κρίνειν εἰλικρινῶς ἐπιστάμενος, κατὰ μηδὲν αὐτὸν ὑπιαζούσης τῆς τύχης. πρᾷος μὲν γὰρ ἐστι καὶ μειλίχιος, ἀλλ’ οὐκ εὐχερὴς οὐδὲ πρὸς τὰς

---

Dindorf Hgm1, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001095.
