# Paratexta 103.1

Dindorf Hgm1, Paratexta, 103.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dindorf-hgm1/paratexta/103.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dindorf-hgm1/paratexta/103.1

αἰτήσεις ἔξω τοῦ νόμου καμπτόμενος· ἀσφαλὴς δὲ ὁμοῦ καὶ προβλέπων τὰς ὁρμὰς τῶν προσιόντων· μηδένα καιρὸν ταῖς ἑαυτῶν παραχωρῶν, τὴν μὲν νύκτα τοῖς βιβλίοις, τὴν δὲ ἡμέραν τοῖς πράγμασιν ἐγκείμενος, μηδ’ αὐτὴν τὴν μέχρι τῆς αὐλῆς ἐκ τῆς οἰκίας ἐν ὁμιλίαις διασωρίζων ἀπλῶς, ζητήμασι δὲ λογικοῖς καὶ ἀφηγήσει πράγμάτων ἀρχαιοτέρων μετὰ τῶν περὶ ταῦτα σχολαζόντων εἰλούμενος. καὶ καιρὸς οὐδεὶς αὐτῷ διδαγμάτων ἐστιν ἀμέριμος, ὡς τοὺς τῶν λόγων ἐξηγητὰς δεδιέναι τὴν πρὸς αὐτὸν ἐντυχίαν· πράγμασι γὰρ αὐτοὺς καὶ στροφαῖς περιβάλλει, μετριῶς ὑπελέγχων, ὡς λέγοιντο μόνον, οὐκ εἰσὶ δὲ τοιούτου ὁποῖους αὐτοὺς ἡ φήμη διαθροῦλεῖ. ἔμοι δὲ μάλιστα σκοποδινίας οὐ μικρὰς ἀνακινεῖ ἡ πρὸς αὐτὸν συνήθεια· χαίρω γὰρ αὐτῷ ὅτι καλὸς ἄμα καὶ ἐλεύθερος, καὶ τύφου καὶ κορύζης ἐκτός, ἀστεῖός τε καὶ κοινός· ἀλλ’ ἐπισεῖει μοι, ὡς εἴρηται, φροντίδας οὐ μικρὰς, μηδὲν ὧν ἐπίστασθαι δοκῶ προτείναν εἰς ζήτησιν, τὰ δὲ παντελῶς ἠγνοημένα παρευσῶν· ὥστε με τὰς πασῶν ἰσχυροτάτας εὐχὰς μελετῶν, μηδεμίαν αὐτὸν ἄβατον ἔμοι, ὡσπερ εἴωθεν, ἐπιφοιξῆσαι θεωρίαν.

---

Dindorf Hgm1, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001095.
