# Paratexta 82.12-24

Dindorf Hgm1, Paratexta, 82.12 to 82.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dindorf-hgm1/paratexta/82.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dindorf-hgm1/paratexta/82.12

πολὺ ἡμῶν διενηρύχασιν εἴτε πλήθει στρατοῦ εἴτε ἀνδρείᾳ, χρὴ μήτε πλοῦτον μήτε γυναικῶν κάλλῃ ἐμφανίζειν αὐτοῖς, πλῆθῃ δὲ ἀνδρῶν καὶ ὅπλων εὐποσίαν καὶ τειχῶν ὑψώματα. εἰ δὲ παρ' ἡμῶν πρέσβεις ἀποστέλλονται, χρὴ τούτους πρῶτον μὲν ἐπ' εὐσεβείᾳ γνωρίζεσθαι καὶ μὴ ἐπ' ἐγκλήμασι κατηγορηθέντας ποτὲ δημοσίᾳ κατακριθῆναι· εἶναι δὲ φρονίμους τὴν φύσιν, εὖνους τὰ κοινά, ὡς καὶ προκινδυνεύειν τῶν ἰδίων, καθάπερ Ῥιθόλος (margo Ῥήγουλος), καὶ τὴν ἀποστολὴν προθύμους, ἀλλ' οὐ βεβιασμένους, καθάπερ ὁ Αἰγύπτιος ἱατρός· ὃν ὁ μὲν παρὰ Καρχηδονίοις δέσιος ὢν καὶ πρὸς Ῥωμαίους περὶ εἰρήνης πρεσβεύσων ἀπεσταλμένος ὁμνυσιν ἐπανελθεῖν πρὸς αὐτοὺς τῶν Ῥωμαίων τὴν εἰρήνην οὐ καταδεχομένων· ἐπεὶ δὲ εἰς Ῥωμαίους ἀφίκετο, ἀπαγορεύει μὲν Ῥωμαίοις τὴν εἰρήνην, ἀσύμφωρον αὐτοῖς οὖσαν, πείθει δὲ αὐτοὺς ἐπανελθεῖν αὐτὸν

---

Dindorf Hgm1, Paratexta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001095.
