# Fragmenta 3-2

Dinias, Fragmenta, Fragment 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dinias-hist/fragmenta/3-2

E LIBRO NONO. Schol. Eur. Orest. 861: [Ἄκραν] τόπος οὕτω καλούμενος· λέγει δὲ τὸν Πρῶνα ... ὅπου φασὶ πρῶτον τὸν Δαναὸν μετὰ θάνατον υἱῶν Αἰγύπτου δοῦναι δίκας, Αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τῷ φόνῳ. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις λῦσαι τὴν ἔχθραν. Καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. Ὁ δὲ τόπος ἔνθα ἡ δίκη συνήχθη, περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λαὸν, συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. Ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται ἡ νῦν Ἡλιαία λεγομένη. Ἄλλως. Ἡ πολλὴ δόξα κατέχει μὴ ἐλθεῖν τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως· «Ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος.» [Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος.] Λέγεται δέ τις ἐν Ἄργει Πρών, ὅπου δικάζουσιν Ἀργεῖοι. Ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας [ἐν θʹ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευτέρας,] γράφων οὕτως· «Ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες λίθοις ἀπέκτειναν. Καὶ τὸν τάφον αὐτοῦ δεικνύουσιν ἔτι καὶ νῦν ὑπεράνω τοῦ καλουμένου Πρῶνος, χῶμα παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν.»

---

Dinias Hist., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1314.tlg004.local001/.
