# Fragmenta 7

Dinias, Fragmenta, Fragment 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dinias-hist/fragmenta/7

Schol. Theocrit. XIV, 48: Ἱστορεῖ γὰρ Δεινίας, ὅτι οἱ Μεγαρεῖς φρονηματισθέντες ποτὲ, ὅτι κράτιστοι τῶν Ἑλλήνων εἰσὶν, ἐπύθοντο τοῦ θεοῦ, τίνες κρείττονες τυγχάνοιεν. Ὁ δὲ ἔφη· Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες δ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Ἀλλ' ἔτι καὶ τῶνδ' εἰσὶν ἀμείνονες, οἵτε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. Ὑμεῖς δ', ὧ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι, οὔτε δυωδέκατοι, οὔτ' ἐν λόγῳ, οὔτ' ἐν ἀριθμῷ.

---

Dinias Hist., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1314.tlg004.local001/.
